[ ]
Cil. — Seleukeia on the Kalykadnos (Silifke)
| 28 | Βοιωτῶν. Ἔμμονος Ξεννέα ἔλεξεν· δεδό[χ]θαι τῶι δάμωι πρό- |
| ξένως ε[ἶ]μεν τῶ κοινῶ Βοιωτῶν Εὔδαμον Νίκωνος αὐτὸ[ν] | |
| 30 | [κ]ὴ ἐκγόνω κ[εἶμε]ν αὐτοῖς γᾶς καὶ οἰκίας ἔμπασιν καὶ ἰσο- |
| [τ]έλειαν κὴ ἀσφάλειαν κὴ ἀσυλίαν ἐν πολέμωι κὴ ἐν εἰρά- | |
| [ναι] κὴ 〚ι〛 κατὰ γῆν καὶ κατὰ θάλατταν κ[ὴ] τἆλλα πάντα | |
| [κα]θάπερ καὶ τοῖς ἄλλοις προξένοις. | |
| [Βυ]ζαντίων. ἔδοξε τᾶι βουλᾶι καὶ τῶι δάμωι· ἐπ[ει]δὴ τοὶ | |
| 35 | πρεσβευταὶ τοὶ ἀποσταλέντες π[οτὶ] τὸ[ν βασιλῆ] |
| Ἀντίοχον ἐπελθόντες ἐπὶ τὰν βουλὰν [ἔφα]ν Εὔδαμον | |
| Νίκωνος Σελ[ε]υκ[ῆ] διατρίβοντα παρὰ [τῶι βα]σιλεῖ Ἀν- | |
| τιόχωι κοινᾶι τε ποτὶ τὸν δᾶμον [οἰκείως ἔχειν καὶ] | |
| ἰδίαι τοῖς ἐντυγχάνουσι τῶν πολιτῶν χρείας | |
| 40 | παρέχεσθαι καὶ εἰς τὸν λοιπὸν χρόνον ἐπαγγ[έλ]- |
| λεσθαι ἐπιμέλειαν ποιήσεσθα[ι τᾶς π]όλιος· δ[εδό]- | |
| χθαι τῶι δήμωι ἐπαινέσαι μὲν ἐ[πὶ τούτ]οις Εὔδ[αμον] | |
| καὶ εἶμεν αὐτὸν πρόξενον τᾶς πόλιος· δε[δόσ]- | |
| [θ]αι δὲ αὐτῶι καὶ ἐκγόνοις καὶ εἴσπ[λουν κ]αὶ [ἔκπλουν] | |
| 45 | καὶ πολέμου καὶ εἰράνας 〚ας〛 ἀσυλεὶ [κ]αὶ ἀ[σπονδεὶ] |
| καὶ ἔφοδον ἐπὶ τὰν βουλὰν καὶ τὸν δᾶμ[ον πρώτοις] | |
| μετὰ τὰ ἱερὰ· τοὺς δὲ πεντεκαίδεκ[α καὶ τοὺς συνα]- | |
| [γόρο]υς τᾶς βουλᾶς ἀναθέμ[ε]ν α[ὐτοῦ τὸν τελαμῶ]- | |
| [να εἰς τὸ] ἱ[ερὸν] τ[οῦ Ἀπόλλων]ο[ς.] | |
| 50 | [Βυ]ζαντίων. ἔδοξε τᾶι βουλᾶι καὶ τῶι δάμωι· ἐ[πει]- |
| δὴ Φάεινος ἐπελθὼν ἐπὶ τὰν βουλὰν ἔφη Εὔδα[μον] | |
| Νίκωνος Σελευκῆ πρότερόν τε διατελεῖν οἰκείως ἔ[χον]- | |
| τα ποτὶ τὸν δᾶμον καὶ χρείας παρέχεσθαι τᾶι τε πόλει | |
| κοινᾶι καὶ ἰδίαι τοῖς ἐντυνχάνουσι τῶν πολιτᾶν | |
| 55 | καθάπερ αὐτὸν 〚ι〛 διαμαρτυροῦντι ταὶ πρεσβεῖαι ταὶ |
| ἀποσταλεῖσαι πρὸς τὸν βασιλῆ καὶ εἰς τὸν λοιπὸν | |
| χρόνον ἐπαγγέλλεσθαι πρόθυμον ἑαυτὸν παρέ- | |
| ξειν εἰς τὰ τᾶς πόλιος συμφέροντα· δεδόχθαι τῶι δ[ά]- | |
| μωι ἐπαινέσαι μὲν ἐπὶ τούτοις Εὔδαμον καὶ εἶμεν αὐ- | |
| 60 | τὸν πολίταν κὰτ τὸν νόμον· ἐξεῖμεν δ’ αὐτῶι καὶ ποτ[ι]- |
| γράψασθαι ποτὶ τὰν ἑκατοστὸν ἅγ κε θέληι· τοὺς δὲ | |
| πεντεκαίδεκα καὶ τοὺς συναγόρους τᾶς βουλ[ᾶς] | |
| ἀναθέμεν αὐτο[ῦ] τὸν τελαμῶνα εἰς τὸ ἱερὸν τ[οῦ] | |
| Ἀπόλλωνος. | |
| 65 | Καλχηδονίων. ἔδοξε τᾶι βουλᾶι καὶ τῶι δάμωι· ἐπ[ει]- |
| δὴ Εὔδαμος Νίκωνος Σελευκεὺς φίλος ἐὼν καὶ εὔ- | |
| νους τῶι βασιλεῖ χρείας παρέχεται τᾶι πόλει· δεδόχθαι | |
| τῶι δάμωι ἐπαινέσαι αὐτὸν καὶ στεφανῶσαι χρυσέωι | |
| στεφάνωι εὐνοίας ἕνεκα τᾶς εἰς τὸν δᾶμον· τὸν δέ ἀ- | |
| 70 | γωνοθέταν ἀναγγεῖλαι τὸν [σ]τέφανον τοῖς Διονυσί- |
| οις ἐν τῶι θεάτρω· δεδόσθαι δὲ αὐτῶι καὶ πολιτίαν κα[ὶ] ἰσο- | |
| τέλειαν καὶ ἔφοδον ἐπὶ τὰν βουλὰν [κ]αὶ τὸν δᾶμον με- | |
| τὰ τὰ ἱερὰ· ὅπως δὲ καὶ πρόξενος γένηται, τοὺς στρα- | |
| ταγοὺς τοὺς τὰν δευτέραν τετράμηνον στρα[τα]γοῦν- | |
| 75 | τας εἰσαγγεῖλαι εἰς τὰ[ν] βουλὰν κὰτ τὸν νόμον· τοὺς δὲ |
| πρεσβευτὰς τοὺς αἱ[ρημέν]ους διαλέγεσθαι αὐτῶι καὶ | |
| π[αρ]ακαλεῖν χρείας παρέχεσθαι τῶι δήμωι π[ε]ρὶ ὧν πρεσ- | |
| βεύοντι ποτὶ τὸν βασ[ι]λέ(α) Ἀντίοχον δηλοῦντας αὐτῶ[ι] | |
| ὅτι τυχὼν τούτων ὁ δᾶμος χάριτας ἀποδώσει αὐ- | |
| 80 | τῶι ἀξίας τῶν εὐερ[γετ]ημάτων. |