[ ]
Cil. — Seleukeia on the Kalykadnos (Silifke)
| 1 | ἔδοξε τᾶι βουλᾶι καὶ] τῶι δάμωι· ἐπει- |
| δὴ Ε․․․․․․․․․․․ Β]υζάντιος χρεία[ς] | |
| [παρέχεται κοινᾶι] τᾶι πόλει καὶ ἰδίαι | |
| [τοῖς ἐντυγχάνο]υσι τῶν πολιτᾶν, | |
| 5 | [δεδόχθαι τῶι δά]μωι ἐπαινέσαι Ε. |
| [․․․․․․․․․․ Βυ]ζάντιον καὶ στεφα- | |
| [νῶσαι στεφάν]ωι χρυσείωι ἀρετῆς | |
| [ἕνεκα καὶ ε]ὐνοίας ἃν ἔχων | |
| [διατελεῖ πρὸς] τὸν δᾶμον — τὸν δὲ | |
| 10 | [στέφανον ἀν]αγγεῖλαι τὸν ἀγωνο- |
| [θέταν τοῖς Διονυ]σίοις ἐν τῶι θεάτρωι· | |
| [ὅπως δὲ καὶ πρ]όξενος γένηται, τοὺς | |
| [νῦν(?) στραταγοὺ]ς εἰσαγγεῖλαι ὑπὲρ | |
| [προξενίας αὐτ]ῶι κτλ. | |
| 81 | [Κ]υζικηνῶν· ἔδοξε τῆι βουλῆι καὶ τῶι δήμωι· Ἡρο- |
| γένης Πυθομν[ή]στου εἶπεν· ἐ〚ι〛πειδὴ Εὔδημ[ο]ς Νίκω- | |
| νος Σελευκεὺς εὔνους καὶ πρόθυμός ἐστι περὶ | |
| τὸν δῆμον καὶ τῶν πολιτῶν πρὸς τ[ο]ὺς ἐντυγχά- | |
| 85 | νοντας· δεδόχθαι τῶι δήμωι ἐπαινέσαι αὐτὸν εὐ- |
| νοίας ἕνεκα καὶ προθυμίας τῆς εἰς τὸν δῆμον· εἶναι | |
| δὲ αὐτὸν καὶ πρόξενον Κυζικηνῶν καὶ δεδόσθαι αὐ- | |
| τῶι εἰσάφιξιν εἰς Κυζικὸν καὶ κατ[ὰ] γῆν καὶ κατὰ θά- | |
| λασσ[α]ν ἀσυλεὶ καὶ ἀσπονδεὶ καὶ ἐμ πολέμωι καὶ ἐν | |
| 90 | ε[ἰρή]νηι καὶ δίκας προδίκους καὶ ἀτέλειαν ὧν ἄν εἰσάγη- |
| τα[ι] ἢ ἐξάγηται κατὰ τὸν νόμον καὶ προεδρίαν ἐν ἅπα- | |
| σιν τοῖς ἀγῶσιν· τὸν [δ]ὲ ἀστυνόμον ἐπιμεληθῆναι | |
| ὅπως ἂν ἀναγραφῆι εἰς τὴν στήλην τῶν π[ρο]ξέ[νωιν]. |