[ ]
Lycia, E. — Olympos — Roman period
| 1 | Αὐρηλία Ἀμμία Μενάνδρου τοῦ Ἑ̣ρ̣μαίου |
| Ὀλυμπηνὴ, ὃν ὠνησάμην τύμβον διὰ τῶν ἀρχείων παρά Αὐρ(ηλίου) | |
| Ζ̣η̣νοδότου Πανθείης Ὀλυμπηνοῦ, βούλομαι ἐνκηδευθῆναι ἑαυ- | |
| τὴν καὶ τὸν ἄνδρα μου Αὐρ(ήλιον) Στέφανον Ζωσιμᾶτος Ὀλυμπηνὸν | |
| 5 | καὶ τέκνα ἡμῶν· ἑτέρῳ δὲ οὐδενὶ ἐξὸν ἐνκηδεῦσαί τινα, |
| εἰ μὴ ἡμεῖς τινι ἐνγράφως ἐπιτρέψωμεν, ἢ ὁ βιασάμενος | |
| ἐνκηδεῦσαι εἰσοίσι Ὀλυμπηνῶν τῇ πόλι | |
| 𐆖 ψʹ #⁵⁶ ὧν ὁ ἐλένξας λήμψεται τὸ τρίτον. |