[ ]
Lycia, E. — Olympos — Roman period
| 1 | Ἀνεμέσητος τὸν τάφον κα- |
| τεσκεύασα ἑαυτῷ καὶ γυναικὶ | |
| καὶ τέκνοις καὶ ἐνγόνοις καὶ πενθερᾷ· | |
| ἕτερον δὲ οὐδένα βούλομαι ἐνκηδευθῆ- | |
| 5 | ναι, ἢ [ὁ] βιασάμενος ἐνκηδεῦσαί τινα ἐ- |
| κτείσει τῷ θεῷ Ἡφαίστῳ 𐆖 φʹ, ὧν ὁ ἐλέν- | |
| ξας λήνψεται τὸ τρίτον. |