| 1 | Ξ̣ανθίων ἡ βουλὴ καὶ ὁ [δῆμος] |
| ἐτείμησεν χρυσῷ στεφ̣[άνῳ] | |
| καὶ εἰκόνι χαλκῇ Τιβέριον Κ[λαύ]- | |
| διον Τιβερίου Κλαυδίου Ἰάσ̣[ο]- | |
| 5 | νος υἱὸν Κυρείνα Ἀγριππεῖνο̣[ν], |
| Ῥ̣ωμ̣αῖον καὶ Παταρέα καὶ Ξάνθιο̣[ν] | |
| καὶ Μυρέα, πολειτευόμενον δὲ καὶ ἐν ταῖς κατὰ [Λυ]- | |
| κίαν π̣όλ̣εσι πάσαις, τὸν ἀ̣ρχιερέα τῶν Σεβαστῶν [καὶ] | |
| [γ]ραμ̣μ̣ατέα Λυκίων τοῦ κοινοῦ, ἀρχιερατεύσα[ντα δὲ] | |
| 10 | τῶν Σεβαστῶν καὶ ἀγωνοθετήσαντα ἐν τῇ ἠγμ[ένῃ] |
| πανηγύρει ἐν τῷ παρ’ ἡμεῖν ἁγιωτάτῳ ἱερῷ τῆς Λη- | |
| τ̣οῦς εὐσεβῶς καὶ φιλο[δ]όξως, ποιησάμενον δὲ καὶ | |
| [ἀρ]γ̣υρικὰς τῇ πό[λ]ει καὶ τῷ [ἔ]θνει ἐπιδόσεις, τετειμη- | |
| [μ]έ̣νον καὶ ὑπὸ [Λυ]κ̣[ίων τ]οῦ κοινοῦ ταῖς πρώταις | |
| 15 | [καὶ] δευτέραις καὶ τρίταις τειμαῖς καὶ ὑπὸ τοῦ κο[ι]- |
| [νο]ῦ τῶν ἐπὶ τῆς Ἀσίας Ἑλλήνων καὶ ὑπὸ τῶν ἐ[ν] | |
| Π̣αμφυλίᾳ πόλεων, προγόνων ὑπ̣ά̣[ρ]χοντα | |
| [σ]τρα̣τηγῶν καὶ ναυάρχων, ἄ[ν]δρα | |
| [μ]εγαλόφρονα, χρηστόν, λόγ̣ῳ κ̣αὶ | |
| 20 | [ἤ]θ̣ει κ̣αὶ δικαιοσύνῃ διαφέρον[τα], |
| [ἀρετ]ῆς ἕνεκεν. |
TAM II
495