[ ]
Lycia, W. — Xanthos (Kınık) — Letoion (Bozoluk) — Rom. Imp. period — TAM II,2 495
See also:
1 | Ξ̣ανθίων ἡ βουλὴ καὶ ὁ [δῆμος] |
ἐτείμησεν χρυσῷ στε[φάνῳ] | |
καὶ εἰκόνι χαλκῇ Τιβέριον Κ[λαύ]- | |
διον Τιβερίου Κλαυδίου Ἰά[σο]- | |
5 | νος υἱὸν Κυρείνα Ἀγριππεῖν[ον] |
[Ῥ]ωμαῖον καὶ Παταρέα καὶ Ξάνθι[ον] | |
καὶ Μυρέα, πολιτευόμενον δὲ καὶ ἐν ταῖς κατὰ [Λυ]- | |
κίαν π̣όλ̣εσι πάσαις, τὸν ἀρχιερέα τῶν Σεβαστῶ[ν καὶ] | |
[γ]ραμ̣μ̣ατέα Λυκίων τοῦ κοινοῦ, ἀρχιερατεύσα[ντα δὲ] | |
10 | τῶν Σεβαστῶν καὶ ἀγωνοθετήσαντα ἐν τῇ ἠγμ[ένῃ] |
π̣ανηγύρει ἐν τῷ παρ’ ἡμεῖν ἁγιωτάτῳ ἱερῷ τῆς Λη- | |
[τ]οῦς εὐσεβῶς καὶ φιλο[δ]όξως, ποιησάμενον δὲ καὶ | |
[ἀρ]γ̣υρικὰς τῇ πό[λ]ει καὶ τῷ ἔ̣θνει ἐπιδόσεις, τετειμη- | |
[μ]έ̣νον καὶ ὑπὸ [Λυκίων τ]οῦ κοινοῦ ταῖς πρώταις | |
15 | [καὶ] δ̣ευτέραις καὶ τρίταις τειμαῖς καὶ ὑπὸ τοῦ κο[ι]- |
[νο]ῦ τῶν ἐπὶ τῆς Ἀσίας Ἑλλήνων καὶ ὑπὸ τῶν ἐ[ν] | |
[Π]α̣μφυλίᾳ πόλεων, προγόνων ὑπ̣[άρ]χοντα | |
[σ]τρα̣τηγῶν καὶ ναυάρχων, ἄ[ν]δρα | |
[μ]εγαλόφρονα, χρηστόν, λό[γ]ῳ [κ]αὶ | |
20 | [ἤθ]ε̣ι̣ [κ]αὶ δικαιοσύνῃ διαφέρον̣[τα], |
[ἀρετ]ῆ̣ς ἕνεκεν. |