[ ]
Lycia, W. — Perdikiai? — 146 AD
1 | τὸ ἡρῷον κατεσκεύασεν εἰς αἰώνιον μνήμην καὶ τῇ μετὰ θάνατον ἀφο<σ>ιωμένῃ θρησ- |
κείᾳ Ἡρόδοτος Γάιου Ἰουλίου Ἀσκληπιάδου Πιναρεὺς κατὰ συνχώρημα Ἰουλίας Οὐηρανί- | |
ας γεγονὸς ἐπὶ ἀρχιερέος Λικιννίου Στασιθέμιδος Ξανδικοῦ κηʹ διὰ τῶν ἐν Πατάροις ἀρχεί- | |
ων, ἐκμεμαρτυρημένου (sic) καὶ εἰς τὰ Πιναρέων ἀρχεῖα, ἑαυτῷ καὶ γυναικὶ αὐτοῦ καὶ τέκνοις Τλη- | |
5 | πολέμῳ Ἰάσονος, καθ’ υἱοθεσίαν Ἡροδότου, Πιναρεῖ καὶ γυναικὶ αὐτοῦ καὶ Συμφερούσῃ Ἡροδότου |
καὶ ἀδελφῷ Τληπολέμῳ Γάιου Ἰουλίου Ἀσκληπιάδου Πιναρεῖ καὶ τοῖς ἐξ αὐτῶν καὶ ἐκ τούτων γεν- | |
νηθεῖσιν· ἄλλῳ δὲ οὐδενὶ ἐξέσται ἐν τῷ ἡρῴῳ ταφῆναι οὔτε συνχωρῆσαί τινι κατ’ οὐδένα τρό- | |
πον οὔτε προσενγράψαι ἢ ἐκκολάψαι τῆς ἐπιγραφῆς τοῦ ἡρῴου· μόνων θαπτομένων ἐν | |
τῷ ὑποσορίῳ τῶν θρεπτῶν ἑκάστου ἡμῶν· ἐὰν δέ τι̣ς̣ παρὰ ταῦτα ποιήσῃ ἢ κηδεύσῃ τινὰ ἐν | |
10 | τῷ ἡρῴῳ ἢ κατασοφίσηταί τι περί τινος τῶν προγε[γ]ρ̣α̣μμένων, ἔστω ἱερόσυλος καὶ |
E)/CWQEN O)FEILE/TW E)K TW=N U(PARXO/NTWN AU)TOU= E)?PIT?EIMI/OU TW=| *PINARE/WN DH/MW| #800 #22BF# OU)/- | |
σης τῆς κατηγορίας παντὶ τῷ βουλομένῳ ἐπὶ τ̣ῷ τρίτῳ μέρει τοῦ χρήματος. |