[ ]
Lycia, W. — Perdikiai? — 146 AD
| 1 | τὸ ἡρῷον κατεσκεύασεν εἰς αἰώνιον μνήμην καὶ τῇ μετὰ θάνατον ἀφο<σ>ιωμένῃ θρησ- |
| κείᾳ Ἡρόδοτος Γάιου Ἰουλίου Ἀσκληπιάδου Πιναρεὺς κατὰ συνχώρημα Ἰουλίας Οὐηρανί- | |
| ας γεγονὸς ἐπὶ ἀρχιερέος Λικιννίου Στασιθέμιδος Ξανδικοῦ κηʹ διὰ τῶν ἐν Πατάροις ἀρχεί- | |
| ων, ἐκμεμαρτυρημένου (sic) καὶ εἰς τὰ Πιναρέων ἀρχεῖα, ἑαυτῷ καὶ γυναικὶ αὐτοῦ καὶ τέκνοις Τλη- | |
| 5 | πολέμῳ Ἰάσονος, καθ’ υἱοθεσίαν Ἡροδότου, Πιναρεῖ καὶ γυναικὶ αὐτοῦ καὶ Συμφερούσῃ Ἡροδότου |
| καὶ ἀδελφῷ Τληπολέμῳ Γάιου Ἰουλίου Ἀσκληπιάδου Πιναρεῖ καὶ τοῖς ἐξ αὐτῶν καὶ ἐκ τούτων γεν- | |
| νηθεῖσιν· ἄλλῳ δὲ οὐδενὶ ἐξέσται ἐν τῷ ἡρῴῳ ταφῆναι οὔτε συνχωρῆσαί τινι κατ’ οὐδένα τρό- | |
| πον οὔτε προσενγράψαι ἢ ἐκκολάψαι τῆς ἐπιγραφῆς τοῦ ἡρῴου· μόνων θαπτομένων ἐν | |
| τῷ ὑποσορίῳ τῶν θρεπτῶν ἑκάστου ἡμῶν· ἐὰν δέ τι̣ς̣ παρὰ ταῦτα ποιήσῃ ἢ κηδεύσῃ τινὰ ἐν | |
| 10 | τῷ ἡρῴῳ ἢ κατασοφίσηταί τι περί τινος τῶν προγε[γ]ρ̣α̣μμένων, ἔστω ἱερόσυλος καὶ |
| ἔξωθεν ὀφειλέτω ἐκ τῶν ὑπαρχόντων αὐτοῦ ἐ̣πιτ̣ειμίου τῷ Πιναρέων δήμῳ 𐆖 ͵βφʹ οὔ- | |
| σης τῆς κατηγορίας παντὶ τῷ βουλομένῳ ἐπὶ τ̣ῷ τρίτῳ μέρει τοῦ χρήματος. |