[ ] Lycia, W. — Bel — Roman period
[Δεῖος — — — — — — — — —]
[κατεσκεύασε τὸ μνημεῖον]
1 εἰς <ὃ> κατέθετο υἱὸν Δεῖ-
ον καὶ θυγατέρα Κοσμίαν.
ἐξουσίαν δὲ ἕξουσιν
εἰ βουληθῶσιν ἐν αὐτῷ τε-
5 θῆναι τὰ γλυκύτατα τέκνα
μου Διόδωρος μετὰ τῆς
γυναικὸς αὐτοῦ Τληπολέμ[ι]-
ος Λέοντος καὶ ὁ ἔκγονός
μου Λέων Διοδώρου, καὶ Πάπ̣-
10 πος μετὰ τῆς γυναικὸς Ἀρ-
σάσιδος Λέοντος καὶ ὁ ἔκγο-
νός μου Λέων Πάππου, καὶ
Ἐ̣[πάγ]α[θ]ος μετὰ τῆς γυναικὸς
Νάννης Πολυκάρπου καὶ
15 ὁ ἔκγονός μου Ἐπάγαθος
ὁ καὶ Δεῖος, καὶ ἡ θυγάτηρ
μου Μελπομένη, καὶ τὰ̣
τέκνα τοῦ προμ̣ο<ιρ>εστ[ά]-
του υἱοῦ Δεῖος̣ τρὶ[ς]
20 καὶ Μελπομένη. ἑτέρῳ
[δὲ] οὐδενὶ ἐξὸν ἔσται θά-
ψαι τινά, ἢ ἀποτεῖσαι τῷ
Σιδυμέων δήμῳ 𐆖 [․․ʹ καὶ][πο]-
[κ]είμενος [ἔστω] τῷ τῆς ἀ[σε]-
25 βείας νόμῳ. ὁ δ̣ὲ ἐ̣[κδική?]-
σας λήμψετ[αι τὸ τρίτον μέρος].
Search Help
Contact Us