[ ]
Lycia (Kibyr.) — Kibyra (Gölhisar--Horzum) — 1st c. AD — ZPE 48.1982.267-273 — SEG 32.1306
| 1 | [ὁ δῆμος ἐτείμησεν Κ]οΐντον Οὐηράνιον Τ̣ρωίλ̣ου υἱὸν Κλου[σ]τουμ̣[είνα] |
| [Φίλαγρον ἱερέα] ἀρετῆς διὰ βίου, πρεσβεύσαντα δῳρεὰν τ̣ε[τράκις ὑπὲρ τῆς πα]- | |
| [τρίδος πρ]ὸς τοὺς Σεβαστοὺς [εἰς τὴν Ῥώ]μην καὶ περὶ μεγάλων πραγμάτων | |
| ἐπιτυχόντα, καὶ ἐγδικήσαντα δημοσίας ὑποθέσεις πολλὰς καὶ μεγάλας | |
| 5 | ἐξ ὧν ἱκανὸν ἀργύριον ἐχώρησεν εἰς τὸν [κ]τισμὸν τῆς πόλεως, καὶ δημοσίους δούλους |
| ἐγνεικήσαντα ἑκατὸν ἑπτὰ καὶ κτῆσιν Κομ[․․]ρα, καὶ ἱερέα γενόμενον Καί- | |
| σαρος Σεβαστοῦ καὶ ἐπιδόντα τῇ πόλει ἐπὶ ἱκανὰ [ἔ]τη διαδόματος εἰς εὐωχίαν | |
| Καισαρε̣ίων δραχμὰς Ῥοδίας πεντάκις μυρίας τετράκις χειλίας καὶ δανείου δέκα | |
| μυριάδας Ῥοδίας χαρισάμενον οἷς ὁ δῆμος ἠθέλησεν, καὶ καταλύσαν- | |
| 10 | τα συνῳμοσίαν μεγάλην τὰ μέγιστα λυποῦσαν τὴν πόλιν· ἃ δὲ ἦν ἀνανκαι- |
| ότατα τῶν ἐν ταῖς πρεσβείαις ἐπιτευχθέντων, ᾐτημένον ἀπὸ Τιβερίου Κλαυ- | |
| δίου Καίσαρος ἀπεσκευάσθαι Τιβέριον Νεικηφόρον πράσ<σ>ο̣ντα τὴν πόλιν | |
| καθ’ ἕκαστον ἔτος δηνάρια τρ̣ι̣σχείλια καὶ λ̣ανβάνοντα καὶ τὴν τοῦ σείτου | |
| πρᾶξιν γείνεσθαι ἐν τῇ ἀγορᾶ̣ κατ̣ὰ̣ ζεῦ[γ]ος μοδίων ἑβδομήκοντα πέντε | |
| 15 | ἐκ πάσης τῆς χώρας· ἐφ’ οἷς ἡ πόλις ἔδωκεν αὐτῷ τὰς ἀ̣ριστέως τειμάς. |