[ ]
Lycia (Kibyr.) — Kibyra (Gölhisar--Horzum) — Flavian — CIG 4380a,p.1167; LBW 1213,A — Reisen II 186,242/242a — IGR 4.915,a
| 1 | [Κιβυρ]ατῶν δῆμος, ἡ ΣΠΛΟΥ {²⁷Σ[ίμου]?}²⁷ Πανκράτου φυλὴ ἐτείμησεν |
| Κοίντον Οὐηρ[άνιον Τρωίλ]ου υἱὸν Κλουστουμείνα | |
| Φίλαγρον #⁵⁶ [ἱερέα Ἀρ]ετῆς, #⁵⁶ γυμνασίαρχον ἐπὶ ἔτη | |
| δεκάδυο, [#⁵⁶] ἃ ἐ[γυμνασ]ιάρχησεν αὐτὸς ζῶν, | |
| 5 | ἐχαρίσατο δὲ τῇ πόλει καὶ εἰς τὴν μετὰ ταῦτα γυμνασι- |
| αρχίαν τὴν αἰώνιον μυριάδας δραχμῶν Ῥοδίων τεσ- | |
| σαράκοντα, ὡς γυμνασιαρχεῖσθαι ἐκ τῶν τόκων, [#⁵⁶] | |
| τὰς δὲ τεσσαράκοντα μυριάδας [μ]ένειν δανειζομέ- | |
| νας τὸν πάντα χρόνον· #⁵⁶ ἡ δὲ αἰώνιος γυμνασιαρ- | |
| 10 | χία ἤρξατο #⁵⁶ ἔτους ἐνάτου τεσσαρακοστοῦ τῆς |
| κτίσεως, [#⁵⁶] ζῶντος τοῦ Φιλάγρου, [#⁵⁶] | |
| τοῦ Ῥωμαϊκοῦ [δ]ηναρίου ἰσχύοντος ἀσσάρια δεκαέξ· | |
| ἡ Ῥοδία δραχμὴ τούτου τοῦ δηναρίου ἰσχύει ἐν Κιβύρᾳ | |
| ἀσσάρια δέκα, ἐν ᾗ δραχμῇ Ῥοδίᾳ δέδοται ἡ δωρέα. | |
| 15 | [— — —]. |