[ ]
Pisid. — Yazilikaya, nr. Çandir
1 | τὶν, Φοῖβε Ἄπολλον, τᾶσδε ὃς αἰσυμνᾷς ὁδῶ, |
λοιβαῖς ὁδειτᾶν ἠνεκὲς τέρπων φρένα, | |
τὸ βάκτρον ἀντίθημι μουσικὰ πραπὶς | |
Λεοντιανὸς· τὺ δὲ, μάκαρ, χαίρων δέχευ | |
5 | ἐμᾶς ὄχημα χειρὸς ἕρμα γουνάτων, |
ὁδοιπόρον [σ]κείπωνα, τῷ διάνυον | |
κέλευθα ἐρείδων χεῖρα, νῦν δ[ὲ] ἐλεύθερον, | |
ὦ Φοῖβε, πὰρ τὶν τῶν πρὶν ἀμπνύσει πόνων. |