[ ]
Pisid. — Yazilikaya, nr. Çandir
| 1 | ἀγαθῇ τύχῃ |
| ἔντυχε, ὦ ξένε, καὶ λήμψῃ τι χρήσιμον ἐφόδιον, μαθών | |
| ὡς ὁ τοῖς τρόποις ἐλεύθερος μόνος ἐλεύθερος. | |
| ἀνδρὸς ἐλευθερίας στάθμαν ἔχε τὰν φύσιν αὐτάν, | |
| 5 | αἴκα τὰν γνώμαν τις ἐλεύθερος ἔνδοθεν εἴη |
| ὀρθᾶς ἐκ κραδίας, ἃ γεννικὸν ἀνέρα ποιῆ {²⁶ποιεῖ}²⁶. | |
| καὶ ταύτᾳ κρείνων τὸν ἐλεύθερον οὔ κεν ἁμάρτοις, | |
| ὄνκον δὲ προγόνων λῆρον καὶ φλήναφον ἁγεῦ. | |
| οὐ γάρ τοι πρόγονοι τὸν ἐλεύθερον ἄνδρα τιθέντι· | |
| 10 | εἷς γὰρ Ζεὺς πάντων προπάτωρ, μία δ’ ἀνδράσι ῥίζα, |
| εἷς <δὲ> πάλος πάντων, ὃ δὲ τὰν φύσιν ἔλλαχεν ἐσθλάν, | |
| εὐπατρίδας τῆνος καὶ ἐλεύθερος ἀτρεκές ἐντι. | |
| δοῦλον δὲ οὐκ ὄκνημι λέγην κακὸν, οὐδὲ τρίδουλον, | |
| ὃς [μεγάλ]ως αὐχῇ κραδία δέ οἱ ἔνδον ἀγεννὴς. | |
| 15 | ὦ ξ[έν’, Ἐπ]ίκτατος δούλας ἀπὸ ματρὸς ἐτέχθη |
| αἰε[τὸς] ἀνθρώπων, σοφίᾳ <δ’> ἔπι κυδα[λί]μα φρήν. | |
| ὃν [τί] χρὴ με λέγειν θῖος {²⁶θεῖος}²⁶ γένετ’. αἴθε δὲ καὶ νῦν, | |
| τοιοῦτός τις ἀνὴρ ὄφελος μέγα καὶ μέγα χάρμα | |
| πάντων εὐξαμένων δούλας ἀπὸ ματρὸς ἐτέχθη. |