[ ]
Pisid. — Termessos (Güllük Dağı)
1 | [Τ]ι̣βε̣ρ̣[ία Κλαυδί]α Περίκλεια τ̣ὸ̣ν̣ ο̣ἶ̣κον τοῦ ἡρώ[ου καὶ τὸν περίβολον κατεσκεύα]- |
σεν ἑαυτ̣ῆ̣ καὶ Τιβερίω Κλαυδίω Τειμοδώρω, τῶ γενομέ[νω ἀνδρί καὶ Τιβερίοις Κλαυδί]- | |
οις Οὐάρω καὶ Ἀσκληπιοδότω, τοῖς προμοίροι̣ς α̣[ὐτῆς υἱοῖς· καὶ ἐν τῶ οἴ]- | |
κω ἀπέθετο σωματοθήκας δύο, μίαν μὲν ἑαυτῆς τε καὶ τοῦ ἀνδ[ρὸ]ς̣ α[ὐτῆς], | |
5 | τὴν δὲ ἑτέραν τοῦ τε Οὐάρου καὶ τοῦ Ἀσκληπιοδότου, ἣν καὶ περιεσκούτλ̣[ω]- |
σεν, καὶ ἀνδριάντας ἔστησεν καὶ τὸν σύνπαντα περὶ τὸν οἶκον τοῦ ἡρώου κόσ- | |
μον ἐξήρτισεν· καὶ πρόρησιν ποιεῖται, ὅτι οὐ βούλεται πειρᾶσαί τινα | |
οὔτε ἐν ταῖς σωματοθήκαις οὔτε ἐν τῶ οἴκω οὔτε ἐν τῶ προστόω οὔτε | |
ἐν τῶ προκειμένω τοῦ οἴκου αἰθρίω οὔτε ἐν τῶ ὄπιθεν ἑπομένω ἀποθέσθαι | |
10 | τινὰ ἢ λείψανόν τινος πλὴν αὐτῆς μόνης· ἐὰν δέ τις ἐπιχειρήση, ἀποτείσει τῶ ἱερω- |
τάτω ταμείω δηνάρ̣[ι]α̣ δ̣ισμύρια καὶ Διὶ Σολυμεῖ δηνάρια μύρια καὶ ἔσται αὐ- | |
τ̣ῶ̣ [κ]α̣ὶ̣ π̣ρὸς | |
τοὺς κατοιχο- | |
μενους. |