[ ]
Pisid. — Termessos (Güllük Dağı)
| 1 | [Τ]ι̣βε̣ρ̣[ία Κλαυδί]α Περίκλεια τ̣ὸ̣ν̣ ο̣ἶ̣κον τοῦ ἡρώ[ου καὶ τὸν περίβολον κατεσκεύα]- |
| σεν ἑαυτ̣ῆ̣ καὶ Τιβερίω Κλαυδίω Τειμοδώρω, τῶ γενομέ[νω ἀνδρί καὶ Τιβερίοις Κλαυδί]- | |
| οις Οὐάρω καὶ Ἀσκληπιοδότω, τοῖς προμοίροι̣ς α̣[ὐτῆς υἱοῖς· καὶ ἐν τῶ οἴ]- | |
| κω ἀπέθετο σωματοθήκας δύο, μίαν μὲν ἑαυτῆς τε καὶ τοῦ ἀνδ[ρὸ]ς̣ α[ὐτῆς], | |
| 5 | τὴν δὲ ἑτέραν τοῦ τε Οὐάρου καὶ τοῦ Ἀσκληπιοδότου, ἣν καὶ περιεσκούτλ̣[ω]- |
| σεν, καὶ ἀνδριάντας ἔστησεν καὶ τὸν σύνπαντα περὶ τὸν οἶκον τοῦ ἡρώου κόσ- | |
| μον ἐξήρτισεν· καὶ πρόρησιν ποιεῖται, ὅτι οὐ βούλεται πειρᾶσαί τινα | |
| οὔτε ἐν ταῖς σωματοθήκαις οὔτε ἐν τῶ οἴκω οὔτε ἐν τῶ προστόω οὔτε | |
| ἐν τῶ προκειμένω τοῦ οἴκου αἰθρίω οὔτε ἐν τῶ ὄπιθεν ἑπομένω ἀποθέσθαι | |
| 10 | τινὰ ἢ λείψανόν τινος πλὴν αὐτῆς μόνης· ἐὰν δέ τις ἐπιχειρήση, ἀποτείσει τῶ ἱερω- |
| τάτω ταμείω δηνάρ̣[ι]α̣ δ̣ισμύρια καὶ Διὶ Σολυμεῖ δηνάρια μύρια καὶ ἔσται αὐ- | |
| τ̣ῶ̣ [κ]α̣ὶ̣ π̣ρὸς | |
| τοὺς κατοιχο- | |
| μενους. |