[ ]
Pisid. — Termessos (Güllük Dağı)
| 1 | Αὐρηλία Οπλητιανὴ Περίκλια, αὐτεξούσιος τέ- |
| κνων δικαίω, κατεσκεύασεν τὸ ἡρῶον τῶ τε γενομένω ἀνδρὶ | |
| αὐτῆς Μ(άρκω) Αὐρ(ηλίω) Πλάτωνι δὶς Ποπλίου Αἰλίου Πλάτωνος καὶ ἑαυτῆ· ἔθε- | |
| το δὲ καὶ πρόρησιν, ὥστε μετὰ τὴν ταφὴν αὐτῆς μήτε τὴν σωματοθήκην ἀνῦ- | |
| 5 | ξαι μήτε ἐπιθάψαι τινὰ μήτε ἑτέραν σωματοθήκην ἀποθεῖναι ἐν τῶ ἡρώω μή- |
| τε ἔνπροσθεν κατὰ τὴν βασιλικὴν μήτε ἐκ πλεύρου μήτε κατὰ νῶτον, | |
| ἐπεὶ ὁ πειράσας τούτων τι πρᾶξαι ἐκτείσει τῶ ἱερωτάτω τα- | |
| μείω (δην.) μυριάδας δύο καὶ τῶ δήμω τῶ Τερμησέων (δην.) μυριάδας δύο. |