[ ]
Pisid. — Termessos (Güllük Dağı)
| 1 | Αὐρ(ηλία) Ματεις, θυ(γάτηρ) Αὐρ(ηλίου) Μο̣[λεο]υ̣ς̣ Τερβημιος, τὴν σωματοθήκην ἑαυτῆ |
| καὶ τῶ ἀνδρὶ αὐτῆς Αὐρ(ηλίω) Τροκονδα δὶς Γλύκωνος Τροκονδου καὶ τοῖς τέκνοις αὐτῶν | |
| Αὐρ(ηλίοις) Τροκονδα καὶ Γλύκωνι, ἐὰν βουληθῶσιν· μετὰ δὲ τὴν ἀποβίωσιν αὐτῶν οὐδενὶ | |
| ἑτέρω ἐξέσται <αἵ>τερον | |
| 5 | ἐπιθάψαι πτῶμα ἢ |
| ἀνῦξαι κατά τινα τρόπ<ο>ν, | |
| ἐπεὶ ὁ πειράσας ἐκτεί- | |
| σει τῶ δήμω (δην.) ͵αφʹ καὶ | |
| ἔν[ο]χος αἴσται ἐνκλήμα- | |
| 10 | τι τυμβωρυχίας καὶ ἀρ̣αῖς |
| ταῖς εἰς τοὺς κατοιχομέ- | |
| νους. |