[ ]
Pisid. — Termessos (Güllük Dağı)
| 1 | ζῆ. κτῶ, χρῶ, εὔφραινε σ̣εα̣υτόν· ὁ βίος̣ τα̣ῦτα̣. |
| Αὐρ(ήλιος) Οὐαριανὸς Μάρων καὶ Αὐρ(ηλία) Πασαγάθη, θυ(γάτηρ) Χρυσο- | |
| γόνου, ἡ γυ<νὴ> αὐτοῦ, τὴν σωματοθήκην σὺν τῶ κρηπει- | |
| δώματι ἑαυτοῖς καὶ τῆ θυγατρὶ αὐτῶν Αὐρ(ηλία) Αρτεμει τῆ <καὶ> | |
| 5 | Καλλιτύχη· ἑτέρω δέ οὐδενὶ ἐξέσται ἀνῦξαι ἢ ἐπιθά- |
| ψαι τινά, ἐπεὶ ὁ πειράσας ἢ ἐπιχειρήσας τι τῶν προγε̣- | |
| γραμμένων ἐκτείσει Διὶ Σολυμεῖ (δην.) ͵αφʹ καὶ τῶ ἱερω- | |
| τάτω ταμείω (δην.) ͵αφʹ καὶ ὑπεύθυνος ἔσται τῆ εἰς | |
| τοὺς κατοιχομένους ἀσεβεία καὶ ἐνκλήματι | |
| 10 | τυμβωρυχίας, παντὸς ἔχοντος ἐξουσίαν ἐκδι- |
| κεῖν ἐπὶ τῶ ἡμίσει. |