[ ]
Phryg., S. — Acıpayam Plain: Dodurga — 193 BC — BCH 9.1885.324-330 — Rob., Hell. 7.1949.8-17 — OGIS 224; Welles 36/37
| 1 | [Ἀναξίμ]βροτος Διονυτᾶι χαίρειν· τοῦ γρα- |
| [φέντ]ος παρὰ τοῦ βασιλέως προστάγματος | |
| [περ]ὶ τοῦ ἀποδεδεῖχθαι τῆς βασιλίσσης | |
| [ἀ]ρχιέρειαν τῶν ἐν τῆι σατραπείαι Βερενίκην | |
| 5 | τὴν Πτολεμαίου τοῦ Λυσιμάχου θυγατέρα |
| κατακεχώρισται τὸ ἀντίγραφον· ἐπακολουθῶν | |
| οὖν τοῖς ἐπεσταλμένοις συντέλει καθ’ ἃ | |
| οἴεται δεῖν, ἵνα δὲ καὶ τὰ ἀντίγραφα ἀναγρα- | |
| φέντα εἰς στήλην λιθίνην ἀνατεθῆι ἐν τῶι | |
| 10 | ἐπιφανεστάτωι τόπωι προνοήθητι. |
| ἔρρωσο. [θ]ι̣ρʹ, Ἀρτεμισίου ιθʹ. | |
| βασιλεὺς Ἀντίοχος Ἀναξιμβρότωι χαίρειν· | |
| βουλόμενοι τῆς ἀδελφῆς βασιλίσσης Λαοδίκης | |
| [τὰ]ς τιμὰς ἐπὶ πλεῖον αὔξειν καὶ τοῦτο ἀναγ- | |
| 15 | [καιό]τατον ἑαυτοῖς νομίζοντες εἶναι διὰ τὸ |
| [οὐ] μόνον ἡμῖν φιλοστόργως καὶ κηδεμονι- | |
| [κῶς] αὐτὴν συμβιοῦν, ἀλλὰ καὶ πρὸς τὸ θεῖ- | |
| [ον ε]ὐσεβῶς δια[κ]εῖσθαι, καὶ τὰ ἄλλα μὲν | |
| [ὅσα πρ]έπει καὶ δίκαιόν ἐστι παρ’ ἡμῶν αὐτῆι | |
| 20 | [συνα]ντᾶσθαι διατελοῦμεν μετὰ φιλοσ- |
| [τ]ο[ρ]γίας ποιοῦντε[ς, κρ]ίνομεν δὲ καθάπερ | |
| [ἡμ]ῶ̣ν [ἀπο]δείκ[ν]υν[ται] κατὰ τὴν βασιλεί- | |
| [αν ἀρχ]ιερεῖς, καὶ ταύτης καθίστασθαι | |
| [ἐν τ]οῖς αὐτοῖς τόποις ἀρχιερείας αἳ φο- | |
| 25 | [ρ]ήσουσιν στεφάνους χρυσοῦς ἔχοντας |
| [εἰκόνας αὐ]τῆς, ἐπιγραφήσονται δὲ καὶ ἐν | |
| [τοῖς] συναλλάγμασι μετὰ τοὺς τῶν | |
| [προγόν]ων καὶ ἡμῶν ἀρχιερεῖς· ἐπεὶ οὖν | |
| ἀποδέδεικται ἐν τοῖς ὑπὸ σὲ τόποις | |
| 30 | [Βερ]ενίκη ἡ Πτολεμαίου τοῦ Λυσιμάχου |
| τ̣ο̣ῦ̣ [σύν(?)]οντος ἡμῖν κατὰ συγγένειαν θυγάτηρ, | |
| συντελείσθω πάντ[α] τοῖς προγεγραμμέ- | |
| νοις ἀκολούθως, καὶ τὰ ἀντίγραφα τῶν | |
| ἐπιστολῶν ἀναγραφέντα εἰς στήλας | |
| 35 | ἀνατεθήτω ἐν τοῖς ἐπιφανεστάτοις |
| τόποις, ὅπως νῦν τε καὶ εἰς τὸ λοιπὸν | |
| πᾶσιν φανερὰ γίνηται ἡ ἡμετέρα καὶ ἐν τού- | |
| [τοις] π[ρ]ὸς τὴν ἀδελφὴν π[ρ]οαίρεσις. |