[ ]
Phryg., S. — Acıpayam Plain: Karahüyük — 115 BC — BCH 13.1889.334,4 — SAWW 183,3.1921.45,44 cf.
| 1 | [— — — — — ἐπειδὴ Χάρης Ἀττάλ]ου [τοῦ] |
| [Τιμάρχου ἀνήρ ἐστι καλὸς κ]ἀγαθὸς ΧΕ | |
| — — — — — — — — — — — —ης ἐκτενῶς κα[ὶ] | |
| [μεγαλομερῶς — — —]ΜΕΙ[․] ἐγένετο ΙΜ[․]Ε | |
| 5 | [․]ιδιος̣, καὶ ἐν [․]ΔΙΜΟΙΝΙΟΣΤΥΙΟΣανας |
| [․]Ο[․]σθεις ἐχειροτονήθη παιδονόμος | |
| [․․] ἐ̣κτενῶς καὶ μεγαλομερῶς συνεστρ[ά]- | |
| [φη], ἅτε καρτερῶν ἔν τε τοῖς διδασκάλοι[ς] | |
| [καὶ] ἐν τῶι γυμνασίωι [τῇ](?) ἐπ[ὶ] τοῖς παισὶν [εὐ]- | |
| 10 | [νο]ίαι ἑαυτοῦ, ἐποιήσατο δὲ καὶ γεΙΛ̣[—] |
| λ̣ίας τοῖς τε παισὶν καὶ παιδευταῖς, [γυ]- | |
| [μ]νασιαρχήσας τε ἐπὶ ἱερέως Χρυσίππ[ο]- | |
| [υ] τοῦ Ἀντιόχου ἔτους ἐν[νε]ακαιδεκά[το]- | |
| [υ] καὶ βουλόμενος στοιχεῖν τοῖς πρα- | |
| 15 | [σσο]μένοις τῆς τε εὐκοσμίας ἐπεμελ̣[ήθη] |
| [κ]αὶ τῆς παιδείας τῶν ἐφήβων, ἔθηκε δ̣[ὲ] | |
| καὶ ἄ[λ]ειμα {²⁶ἄλειμμα}²⁶ παρ’ ἑαυτοῦ δι’ ὅλου τοῦ ἐν[ιαυ]- | |
| τοῦ σὺν ἐνβολίμωι μῆνας δέκα [τρε]- | |
| [ῖ]ς τοῖς τε ἐφήβοις καὶ νέοις καὶ τοῖς | |
| 20 | ἐπιδημοῦσιν ξένοις ὁμοίως δὲ κα[ὶ ἐπ]- |
| [ά]λ̣ειμμα, ἐπετέλεσεν δὲ καὶ διαδρομὰς [πολ]- | |
| [λὰ]ς(?), πρός τε τούτοις φιλαγαθῶν ἐπεμ̣[ελή]- | |
| [σ]ατο κατασκευάσαι ἐν τῶι γυμνασίω[ι] | |
| [ἐ]ξέδραν καὶ ἐν τοῖς λοιποῖς φιλαγά[θω]- | |
| 25 | [ς] ἀναστρα[φ]εὶς ἐπίσημον τὴν ἑαυτοῦ [ἀρε]- |
| [τ]ὴν κατέστησεν κοινῆι τε πᾶσιν το[ῖς πο]- | |
| [λ]ίταις καὶ ἰδίαι ἑκάστωι προσφερόμε[νος καὶ] | |
| γνησίως στοιχῶν ἐν πᾶσιν τῇ ἑαυτοῦ κα[λοκ]- | |
| αγαθίαι, δίκαιον δὲ ἐσ[τ]ιν τοὺς οὕτως ἐ[κτε]- | |
| 30 | [ν]ῶς τε καὶ φιλανθρώπως ἀναστρεφο[μέν]- |
| ους τυνχάνειν παρὰ τοῦ δήμου τῆς ἐ[πιβα]- | |
| λ̣λούσης τιμῆς ὅπως οἵ τε φιλάγαθοι [καὶ ἐ]- | |
| [κ]τενεῖς τῶν ἀνδρῶν θεωροῦντες [τὴν] | |
| [τ]οῦ πλήθους εὐχαριστίαν διπλασιάζω[σιν κ]- | |
| 35 | [α]λοκαγαθίαι, οἵ τε λοιποὶ ἀποβλέποντε[ς τ]- |
| ὴν vvv τῶν ἀνδρῶν διαγωγὴν ζηλωταὶ γ[ίνωντα]- | |
| [ι] τῶν καλλίστων· δεδόχθαι τῇ βουλῇ καὶ τῶ[ι δήμω]- | |
| [ι] ἐπῃνῆσθαί τε Χάρητα Ἀττάλου τοῦ Τιμά[ρχου ἐ]- | |
| [πὶ] τοῖς προκειμένοις ἄνδρα καλὸν καὶ ἀγα[θ]- | |
| 40 | [ὸν], τιμῆσθαι δὲ αὐτὸν καὶ εἰκόνι χαλκῇ, ἀνασ[τῆσαι] |
| [δ]ὲ αὐτοῦ τὴν εἰκόνα ἐπὶ βάσεως λευκο[λίθου] | |
| [ἐν] τῇ ἀγορᾶι ἐν τῶι ἐπιφανεστάτωι τόπωι [οὗ ἂν] | |
| [αὐ]τὸς προαί[ρ]ηται, ἐπιγραφῆς γενομένης [ἐπὶ το]- | |
| [ῦ] βήματος τῆς εἰκόνος τῆσδε· "ὁ δῆμος ἐ[τίμ]- | |
| 45 | [η]σεν Χάρητα Ἀττάλου τοῦ Τιμάρχου ἀρετ[ῆς] |
| ἕνεκεν καὶ εὐνοίας τῆς εἰς τὸν δῆμ[ον]", | |
| τὸ δὲ εἰς ταῦτα ἐσόμενον ἀνήλ[ωμα ὑ]- | |
| [π]έσχετο δώσειν ὁ Χάρης φιλανθρώπ[ω]- | |
| [ς] τούτοις χρώμενο[ς], καλεῖσθαι δὲ αὐτὸν κα[ὶ εἰς πρ]- | |
| 50 | [ο]εδρίαν ἐν τοῖς συντελουμένοις καθ’ ἕκαστο[ν ἐνιαυ]- |
| [τ]ὸν γυμνικοῖς ἀγῶσιν καὶ στεφανοῦσθαι [χρυσῶι στ]- | |
| εφάνωι, τῆς δὲ ἀναγορεύσεως ποιεῖσθαι τὴ̣[ν ἐπιμέλει]- | |
| αν τὸν καθ’ ἕκαστον ἐνιαυτὸν γραμματέα τ[ε κα]- | |
| [ὶ] τὸν ἀγωνοθέτην, εἶναι δὲ αὐτῶι καὶ ἔφοδον κ̣[α]- | |
| 55 | [ὶ] σίτησιν ἐν πρυτανείωι, ἀνασταθῆναι δὲ αὐτο[ῦ καὶ] |
| [στή]λην ἐπὶ τῆς βάσεως ἢ παρὰ τὴν βάσιν λε[υκόλιθον], | |
| [καὶ] ἀναγραφήτω τόδε τὸ ψήφισμα, τὴν δ[ὲ ἐπιμέλειά]- | |
| [ν] τε τῆς βάσεως τῆς εἰκόνος καὶ τῆς σ[τήλης ποιεῖ]- | |
| σθαι τοὺς ἐν ἐκείνωι τῶι καιρῶι στρ[ατηγοὺς καὶ αὐτ]- | |
| 60 | ὸς κληθεὶς ταῦτα ἀν<ή>λωματ[α καθὼς προγέγραπτα]- |
| ι. {²vac.}² |