[ ] Lyd., N.W. — Thyateira (Akhisar)
1 [ἡ κρ]ατίστη καὶ̣ [φι]-
λοσέβαστος βου̣[λὴ]
ἐτείμησεν ἀνδρι̣-
άντος ἀναστάσει
5 Αὐρ. Ἑρμογένην γʹ
τοῦ Βακχᾶ, ἄνδρα
ἐν ἀρχαῖς καὶ λει-
τουργίαις διά τε ἑαυ-
τοῦ καὶ τοῦ γένους
10 ἤθει καὶ σεμνότητι
δεδοκιμασμένον,
ἀνιερώσαντα διὰ τῆς
ἑαυτοῦ μητρὸς Αὐρ.
Βάσσης νομὴν τῆι
15 κρατίστῃ βουλῇ ἐν
τῇ γενεθλίῳ αὐτοῦ
ἡμέρᾳ ἥτις ἐστὶν
μηνὸς Περειτίου γʹ.
Search Help
Contact Us