[ ] Lyd., N.W. — Thyateira (Akhisar) — 222-235 AD — IGRR 4.1233
1      ἡ πατρὶς
Αὐρηλίαν Ἑρμώνασσαν, τὴν
διὰ βίου ἱέρειαν τῆς Τύχης τῆς
πόλεως καὶ ἑπτάκι πρύτανιν
5 μετὰ τοῦ γένους καὶ δὶς ἀρχιέ-
ρειαν τῆς τε Ἀσίας καὶ τῆς πατρί-
δος, θυγατέρα Αὐρ. Ἀθηναίου
ἀσιάρχου καὶ νεωκόρου καὶ πρυ-
τάνεως καὶ ῥήτορος, καὶ Φλα.
10 Πρεισκίλλης ἀρχιε̣ρείας δὶς τῆς
Ἀσίας καὶ πρυτάνεως, γυναῖκα
Αὐρηλίου [Δι]αδόχου ἱππικοῦ,
ἀσιάρχου καὶ ἀρχιερέως κατὰ
τὸν αὐτὸν καιρὸν τῆς πατρί-
15 δος καὶ διὰ βίου βουλάρχου, τὴν
σώφρονα καὶ φίλανδρον καὶ
      φιλόπατριν.
Search Help