Honorary decree by demos of Seleukeia (= Tralles) by
Leonides; no date; found at İşİklı: Mous. II 1, 1876,
53, no. 172; Pappakonstantinou, Hai Tralleis no. 42; SEG 4, 423;
*ITralles 26.
[ ]
ITral 26
| 1 | [—]εκ[—] Λεωνίδης τιμηθῆι καταξίως, προνοησάτω ἡ ἐπὶ στεφανηφόρου Μηνοδώρου |
| [βου]λὴ ἐν τοῖς ἐννόμοις χρόνοις, ὅπως πᾶσι φανερὸν ἦι τοῖς εὐεργετεῖν προαιρο<υ>μένοις | |
| [ὅτ]ι̣ ὁ δῆμος ὁ Σελευκείων εὐχάριστος ὢν τιμᾶι τοὺς αὐτὸν εὐεργετήσαντας | |
| [ἀξί]ως· ἀναγράψαι δὲ τὸ ψήφισμα τόδε ἐν στήληι λιθίνηι καὶ στῆσαι ἐν τῶι | |
| 5 | [ἱερ]ῶι τοῦ Διὸς ἐν τῶι ἐπιφανεστάτωι τόπωι· ὑπογράψαι δὲ ὑπὸ τὸ ψήφισμα καὶ |
| [τὰς] παρὰ τοῦ βασιλέως ἐπιστολάς, ἐν αἷς γράφει πρὸς τὸν δῆμον ἐπιχωρῶν | |
| [τὰ ὑ]πὸ Λεωνίδ[ου ἠξιωμένα? —] καὶ τὴν παρὰ Λεωνίδου ․․[—] |