Senatus Consultum concerning boundary dispute between
Magnesia Mai. and Priene, authorizing praetor Marcus Aurelius to
choose city to arbitrate; 190/140 BC; found at Magnesia Mai.:
IMagnesia 93.b, ll. 14-30; Syll2 928; IPriene 531II ll. 14-30;
Syll3 679.II, ll. 51-63; FIRA III 162, ll. 51-63; *Sherk 7, ll.
51-63.
[ ]
Sherk 7:51-63
51 | ἔδοξεν· ὃς κρινεῖ Μάγνησιν καὶ Πριηνεῦσιν περὶ ταύ[της τῆς] |
χώρας τῆς παρὰ Πριηνέων ἀποκεκριμένης οὔσης, ἐξ ἧς χώρας Μάγνητ[ες ἑαυ]- | |
τοὺς ἔφασαν ἐκκεχωρηκέναι, ὁπότερον ἂν τούτων δήμων εὑρίσκηται ταύτην | |
χώραν εἰσχηκέναι, ὅτε εἰς τὴν φιλίαν τοῦ δήμου τοῦ Ῥωμαίων παραγένετο, ταύτη[ν] | |
55 | τὴν χώραν ὅπως αὐτῶι προσκρίνῃ ὅριά τε στήσῃ· ἔδοξεν· ὡσαύτως περὶ ὧν οἱ αὐτοὶ Πρι- |
ηνεῖς πρεσβευταὶ κατὰ πρόσωπον πρὸς Μάγνητας πρεσβευτὰς λόγους ἐποιήσαν- | |
το περὶ ἀδικημάτων ἃ αὐτοῖς Μάγνητες πεποιήκεισαν, περὶ τούτου πράγματος οὕ- | |
τως ἔδοξεν, ὅπως Μάαρκος Αἰμύλιος Μαάρκου υἱὸς στρατηγὸς τὸν αὐτὸν δῆμον | |
[κρῖν]αι κελεύσ[ῃ], ὃς ἂν περὶ χώρας κριτὴς δεδομένος ᾖ, ὃς κρινεῖ ταῦτα ἀδικήματα· εἰ γεγο- | |
60 | [νότ]α εἰσὶν ὑπὸ Μαγνήτων, ὅσον ἂν καλὸν καὶ δίκαιον φαίνηται, διατιμησάσθω, καὶ ὅπως |
[εἰς] τὸν αὐτὸν δῆμον κριτὴν Μάαρκος Αἰμύλιος Μαάρκου υἱὸς στρατηγὸς περὶ τούτων τῶν | |
[πραγ]μάτων γράμματα δῶι, πρὸς ἣν ἂν ἡμέραν ἑκάτεροι παραγίνωνται πρὸς ἑκάτερα τὰ κρί- | |
[ματ]α [καὶ καθ’] ἣ[ν ἂ]ν ἡμέραν κρίνωσι [․c.4․ ὅ]πως καὶ [—] |