Letter of kome Mandragoreis to proconsul [Qu(intus) Caecil(ius) Secundus Servilianus] requesting market privilege; AD 209; found at Mandragoreis: *Nollé, Nundinas instituere 13, ll. 1-19; SEG 32, 1149.  
[ ] Nollé, NunInst 13.1-19
1 [δι]ὰ̣ τ̣ὸ καὶ̣ ἄ̣λλας κ[ατοικίας ὁμ]οίως̣ [τῆ]ς̣ [ἀγ]ορε̣ί̣-
ου τετυχηκέναι πα[ρὰ σοῦ καὶ τῶν] πρὸ σ̣οῦ ἡγε-
μόνων, ἐν αἷς κα[ὶ Ἀ]τ̣[το]υ[κ]λεις ἡ γείτων
ἔχει κατὰ μῆνα τ[ῆς ἀγ]ο[ρείου] τρεῖς ἡμέρας
5 κατὰ̣ μίαν̣ τ̣ῇ τε ὀ[γδόῃ καὶ] ὁκτωκαιδεκά-
τῃ καὶ τῇ προτρ̣(ιακάδι) [τ]ο̣[ῦ] μ̣ηνὸς ἑκάστου, ὅθεν ἐπὶ τὴν
πόλιν αὐτὴν τὴν λαμπροτάτην Μαγνήτων οἱ
τὰ ὤνια διατιθέμενοι κατίασιν, μιᾶς διαλειπο[ύ]-
σης μέσης ἀπὸ τῆς Ἀττουκλει συνόδου ἐπὶ τὴν πολι-
10 τικὴν ἡμέραν, αὐτῆς τῆς διόδου δι’ αὐτῆς τῆς κώμη[ς]
τῆς Μανδραγορει ἀνανκαίως γεινομένης·
ταύτας οὖν, δέσποτα, τὰς μέσας καὶ κενὰς ἡμέρας
[ἀ]πὸ τῆς ἀγορείου τῆς τε ἐν τῇ Ἀττουκλει τε-
λουμένης ἐπὶ τὴν ἐν τῇ πόλει γεινομένην
15 σύνοδον αἰτῶ τῇ Μανδραγορει λαβεῖν ἀγορεῖον
τήν τε ἐνάτην καὶ ἐννεακαιδεκάτην καὶ τριακάδ[α]
κατὰ ἕκαστον μῆνα, μηδενὸς ἐκ τούτου ζημιώμα-
τος μήτε πόλει μήτε τῷ ἱερωτάτῳ ταμείῳ
γεινομένου.  ἐρρῶσθαί σε, κύριέ μου, καί εὐτυχεῖν εὔχομαι.
Search Help
Contact Us