Decree of boule and demos (of Iasos) authorizing
presbyteroi to collect money; II; found at Iasos: Reinach, REG 6,
1893, 166-168, no. 4; BE 1894:393; Michel 469; SEG 4, 224;
*IIasos 23.
[ ]
IIasos 23
| 1 | ψήφισμα τῶν πρεσβυτέρων ὑπὲρ τῶ[ν] |
| χρημάτων· ἐπὶ στεφανηφόρου Ἑκα[ταίου] | |
| τοῦ Χρυσάορος, μηνὸς Ἀληθιῶνος· | |
| ὑπὲρ ὧν οἱ πρεσβύτεροι προεγράψαντο· | |
| 5 | ἔδοξεν τῇ βουλῇ καὶ τῷ δήμῳ, ἕκ[τῃ ἱστα]- |
| μένου, Λεοντιάδης Δημέου ἐπεσ[τάτει,] | |
| πρυτάνεων γνώμη· περὶ ὧν ἐπῆλθον οἱ [πρ]εσ- | |
| βύτεροι διὰ τοῦ γυμνασιάρχου Χρυσίππου | |
| τοῦ Ἀπολλωνίου, ἵνα, ἐὰν δόξῃ τῇ βουλῇ | |
| 10 | καὶ τῷ δήμῳ, ἐπιχωρηθῇ αὐτοῖς ποεῖσθαι τ̣ὰ̣ς̣ |
| πράξεις τῶν ὑπαρχόντων αὐτοῖς κοινῶν χρη- | |
| μάτων κατὰ τῶν χιρισάντων τι αὐτοῖς καὶ | |
| μὴ ἀποδόντων ἐν τοῖς καθήκουσιν χρόνοις, κα- | |
| θότι καὶ τοῖς νέοις συνκεχώρηται ὑπὸ τῆς βου- | |
| 15 | λῆς καὶ τοῦ δήμου, παραλαμβάνοντος τοῦ γραμ- |
| ματέως τῆς βουλῆς παρὰ τῶν πρεσβυτέρων | |
| τὰς ἀπογραφὰς κατὰ τὸ Θαλιεύκτου διόρθωμα | |
| κατὰ τῶν μὴ ἀποδόντων ἢ τῶν κληρονόμων αὐτῶν· | |
| δεδόχθαι τῇ βουλῇ καὶ τῷ δήμῳ διοικεῖσθαι | |
| 20 | καθότι ἐν τῇ ἐφόδῳ γέγραπται. |