Decree containing treaty among Iasos, Ptolemy (I), and
leaders of mercenaries, with oaths; 309/304 BC; found at Iasos:
Pugliese Carratelli, ASAA 29-30, 1967-1968, 437-445, no.’s 1.A
and 1.B ll. 1-6 (PH); BE 1971:620, pp. 106-107; Garlan, ZPE 18,
1975, 193-198; SEG 31, 936; BE 1976:651; *IIasos 2; Laviosa, BA
31-32, 1985 Suppl. 47-54 (non vidi); SEG 36, 981; SEG 37, 862.
[ ]
IIasos 2
| 1 | [—]ου[—]εποσ̣υ̣λ[․․․] |
| [—] Πολεμαῖον | |
| [—] δ[ε]δ̣ό̣χθαι [τῆι] | |
| [βουλῆι κ]α̣ὶ̣ τῶι δήμωι τῶ[ν Ἰασέων —] | |
| 5 | [—] |
| [—] Π̣[ολ]ε̣μ̣α̣ῖος ἐλεύθερον [καὶ] | |
| [αὐτόνομον καὶ ἀφρούρητον καὶ ἀφορολόγητον — Μα]χά̣ων καὶ οἱ̣ | |
| [τούτου στρατιῶται καὶ Ἱέρων καὶ οἱ τούτου στ]ρατιῶται καὶ Σώπολις | |
| [καὶ οἱ τούτου] σ̣τ̣ρ̣α̣[τιῶται —]α̣ν̣[․]υσινεα̣μ̣[․․․] ἀ̣ξίως [․․․] | |
| 10 | [—] Πολεμαῖ̣ον̣ [—] Πολεμαίωι Πο[λ]εμαίου [․c.5․] |
| [— Πολ]εμαῖος̣ ἀποδώσει[ν] τὰς ἄκ̣ρ̣α̣[ς] | |
| [καὶ τὴν πόλιν —·] ἀποδώσειν δὲ [κ]αὶ τὰ ἐν | |
| [ταῖ]ς ἄ[κ]ρα̣ι̣ς̣ ὄντα π̣άντ̣α [—·] τ̣ὰ̣ς̣ δὲ σι̣τ̣α̣ρ̣χ̣ίας [κ]αὶ τοὺς | |
| [μ]ι̣σθοὺ̣ς̣ τ̣ο̣ὺς ὀφειλομένους Μα[χάονι καὶ Ἱέρωνι κ]αὶ Σωπόλ̣ιδι καὶ τοῖς τ̣ο̣ύ̣- | |
| 15 | [τ]ω̣ν̣ σ[τ]ρ[ατι]ώταις ἀποδοῦναι Ἰασεῖς τ̣οι̣σ̣κ̣ν̣λ̣ουσα[․]ο[․] ὅσου̣ αὐτοῖς ὀφεί- |
| [λ]ητα[ι] ἐν ἡμέραις δεκαπέντε ἀφ’ ἧς ἂν οἱ πρὸς Πτ̣ο̣λ̣εμαῖον ἀποσταλέντε[ς] | |
| παραγένωνται, ἀποδόντας δὲ κομίσασθαι παρὰ Μαχάονος τὰς ἄκρας | |
| [καὶ] τὰ ἐν ταῖς ἄκραις ὄντα καὶ τὴμ πόλιν καθάπερ ὡ̣μολόγηται· ἔστω̣ δὲ | |
| [ἀ]σφάλεια Μαχάονι καὶ Ἱέρωνι καὶ Σωπόλιδι καὶ τοῖς τούτων στρατιώταις | |
| 20 | [κ]α̣[τ]οικοῦσιν ἐν τῆι πόλει καὶ ἐπιδημοῦσιν κατὰ τοὺς νόμους τοὺς Ἰασέων |
| [καὶ] ἀπαλλασσομένοις ὅπου ἂν βούλωνται καὶ κατὰ γῆν καὶ κατὰ θάλασσαν· ἀ[φ]ε̣ῖ̣σ̣- | |
| θ̣αι δὲ καὶ τῶν ἐγκλημάτων πάντων αὐτούς τε καὶ τοὺς στρατιώτας τῶν | |
| πρὸς Ἰασεῖς καὶ τοὺς ἐν Ἰασῶι [κατοικοῦν]τας, καὶ Ἰασεῖς καὶ τοὺς ἐν Ἰασῶι [κατ]ο̣ι̣- | |
| κ̣οῦντας τῶν πρὸς αὐτοὺς κ̣α̣[ὶ] τ̣[οὺς στρα]τιώτας αὐτῶν τῶν ἐν τ̣ο̣ῖ̣ς | |
| 25 | ἔ̣μπροσθεν χρόνοις γεγενη[μένων πρὸ τ]ῶν συμβολαίων· εἶνα[ι] δὲ τὴ̣[ν] |
| αὐ̣τὴ̣ν̣ ἀσφάλειαν ἥμπερ ε[—] προσε̣ῖ̣ναι τῆι Ἀριστοκλείους | |
| γυναικὶ καὶ τοῖς Ἀριστο[κλείους —]α̣δι καὶ τοῖς Μόλωνος παιδίοις | |
| [κ]α̣ὶ Σύρωι καὶ Ἰσχυρ̣[— θυγ]α̣τρὶ καὶ τῆι Ἑστιαίου γυναικὶ καὶ τοῖς | |
| παιδίοις καὶ τοῖς [ἐκγόνοις —· ὀμόσ]α̣ι̣ δὲ Ἰασεῖς καὶ τοὺς ἐν τῆι πόλει κατοικοῦν- | |
| 30 | τας Πτολεμαί[ωι, ἐλευθέρους ὄν]τ̣ας καὶ αὐτονόμους καὶ ἀφρουρήτους καὶ ἀφορο- |
| λογήτους, συ[μμάχους] ἔσεσθαι Πτολεμαίωι καὶ τοῖς ἐγγόνοις αὐτοῦ ε[ἰς] τὸν | |
| ἀεὶ χρόνον· ὀμόσαι δὲ καὶ Μαχάονα καὶ Ἱέρωνα καὶ Σώπολιν καὶ τοὺς τούτων | |
| στρατιώτας Ἰασεῦσιν, καὶ Ἰασεῖς Μαχάονι καὶ Ἱέρωνι καὶ Σωπόλιδι καὶ τοῖς τού- | |
| των στρατιώταις· ὁ δ’ ὅρκος ἔστω Μαχάονι̣ μὲν καὶ Ἱέρωνι καὶ Σωπόλιδι καὶ | |
| 35 | τοῖς στρατιώταις ὅδε· ὀμνύω Δία Γῆν Ἥλιον Ποσειδῶ Ἀπόλλω Δήμητρα |
| [Ἄ]ρη Ἀθηνᾶν Ἀρείαν θεοὺς πάντας καὶ πάσας καὶ τὴν Ταυροπόλον· ἐμμενῶ ταῖς | |
| ὁμολογίαις ἃς πεποίημαι πρὸς Ἰασεῖ̣ς κ̣α̣ὶ̣ οὐ παραδέξομαι στρατιώτην πα- | |
| ρ̣’ οὐθενὸς ἐν ἡμέραις τέσσαρσιν ἀφ’ ἧς ἂν οἱ πρὸς Πτολεμαῖον ἀποσταλῶσι̣ν | |
| οὐθ’ ὕστερον ἄνευ Ἰασέων· ἄνευ δόλου καὶ ἀπάτης· εὐορκοῦντι μέμ μοι εὖ εἴη, | |
| 40 | ἐπιορκοῦντι δὲ τἀναντία τούτων· ὀμόσαι δὲ καὶ Ἰασεῖς |
| Μαχάονι καὶ Σωπόλιδ[ι] | |
| καὶ Ἱέρωνι καὶ τοῖς τούτων στρατιώταις τὸν αὐτὸν ὅρκον· ὀμόσαι δὲ καὶ Πτολεμαῖον | |
| τὸν ὅρκον τόνδε· ὀμνύω Δία Γῆν Ἥλιον Ποσειδῶ Ἀπόλλωνα Δήμητρα Ἄρη | |
| Ἀθηνᾶν Ἀρείαν θεοὺς πάντας καὶ πάσας καὶ τὴν Ταυροπόλον· διαφυλάξω τὰς | |
| 45 | ὁμολογίας ἃς πεποίηνται Ἰασεῖς πρὸς Μαχάονα καὶ Ἱέρωνα καὶ Σώπολιν καὶ τοὺς |
| τούτων στρατιώτας καὶ πρὸς τοὺς ἄλλους τοὺς ἐν ταῖς ὁμολογίαις γεγραμμένους· | |
| ἄνευ δόλου καὶ ἀπάτης· εὐορκοῦντι μέμ μοι εὖ εἴη, ἐπιορκοῦντι δὲ τἀναντία τούτων· | |
| ὀμόσαι δὲ καὶ Ἰασεῖς Πτολεμαίωι καὶ Πτολεμαῖον Ἰασεῦσιν· ὁ δ’ ὅρκος ἔστω | |
| ὅδε· ὀμνύω Δία Γῆν Ἥλιον Ποσειδῶνα Ἀπόλλωνα Δήμητρα Ἄρη Ἀθηνᾶν Ἀρείαν | |
| θεοὺς πάντας καὶ πάσας καὶ τὴν Ταυροπόλον· εὐνοήσω Πτολεμαίωι καὶ συμμαχήσω | |
| 50 | κ̣αὶ αὐτῶι καὶ ἐγγόνοις εἰς τὸν ἀεὶ χρόνον, ἐλεύθερος ὢν καὶ αὐτόνομος καὶ ἀφρούρη- |
| τος καὶ ἀφορολόγητος· ἄνευ δόλου καὶ ἀπάτης· εὐορκοῦντι μέμ μοι εὖ εἴη καὶ | |
| γένει, ἐπιορκοῦντι δὲ τἀναντία τούτων· Πτολεμαῖον δὲ ὀμόσαι Ἰασεῦσι [τὸν ὅρ]- | |
| κον τόνδε· ὀμ[νύω Δία Γῆν Ἥλ]ι̣ον Ποσειδῶ Ἀπόλλωνα Δήμητρα Ἄρη Ἀ[θηνᾶν Ἀρείαν] | |
| θεοὺς πάν[τας καὶ πάσας καὶ τ]ὴν Ταυροπόλον· διαφυλάξω [τὴν πόλιν τὴν Ἰασέων] | |
| 55 | [— ἐλευθέραν καὶ αὐτόνομ]ον καὶ ἀφρούρητον κα[ὶ ἀφορολόγητον —] |
| [—]ν[—] | |
| [—]εωσδε[—] | |
| [—]διοσ[—] | |
| [—] τοὺς νεωποίας ἀνα̣[γράψαι —] | |
| 60 | [—]οσ̣τ̣α̣[—]σ[—] |
| [—] καὶ στῆν̣αι ἐν τῶι τοῦ Διὸς ἱ̣ερῶ̣ι̣. |