Letter of king of Athamania confirming friendship with and
asylia of Teos; 205/1 BC: *LW 83; Wilhelm, GGA 160, 1898,
216-220; **Welles 35 (ll. 1-14, 17-20).
[ ]
LW 83
| 1.1 | vacat Ἀθαμ[άν]ω[ν]. vacat |
| [β]ασιλεὺ[ς Θ]εόδωρος [κα]ὶ Ἀμύνανδ[ρο]ς Τ[η]ΐων τῆι βουλῆι [κ]αὶ τ[ῶ]ι δήμωι | |
| χαίρειν· v Πυθαγό[ρ]ας κ[α]ὶ Κλεῖτος οἱ ἀποσταλέντες πα[ρ’ ὑ]μῶν π[ρ]ε[σ]- | |
| βευταὶ τό τε ψήφισμα ἀπέδωκαν [καὶ αὐ]τ[οὶ δι]ελέγησ[αν πρὸς ἡμᾶς π]ε[ρὶ] | |
| 5 | τοῦ συγχωρηθῆναι παρ’ ἡμῶν τήν τε πόλιν καὶ τὴν χώραν ἱερὰν τῶι |
| Διονύσωι καὶ ἄσυλον καὶ ἀφορολόγητον, v ὧν [δι]ακούσαντες προθύ- | |
| μως ἅπαντα τὰ ἀξιούμενα ὑπακηκόαμεν καὶ σ<υ>γχωροῦμεν εἶναι καὶ τὴν | |
| πόλιν ὑμῶν καὶ τὴν χώραν ἱερὰν καὶ ἄσυλον καὶ ἀφορολόγητον, καὶ τοῦτο | |
| πράσσομεν καὶ διὰ τὸ πρὸς ἅπαντας μὲν τοὺς Ἕλληνας οἰκείως | |
| 10 | ἔχοντες τυγχάνειν, ὑπαρχούσας ἡμῖν συγγενείας πρὸς αὐτὸν τὸν |
| ἀρχηγὸν τῆς κοινῆς προσηγορίας v τῶν Ἑλλήνων, οὐχ ἥκιστα δὲ καὶ δι- | |
| ὰ τὸ πρὸς τὴν πόλιν ὑμῶν φιλόστοργον διάληψιν ἔχειν, v ἔτι | |
| δὲ καὶ μέλλοντες ἅμα καὶ ὑμῖν τοῖς ἠξιωκόσιν τὴν χάριν διδόναι | |
| καὶ τὴν παρὰ τοῦ θεοῦ εὐμένειαν ὡς ὑπολαμβάνομεν περιποιεῖσθαι | |
| 15 | {²One or two lines missing}² |
| 2.15 | [—]ειν παν[—] |
| [—]ιν τῶν πολι[τῶν —] | |
| [—]ορισμένα τοῖς πα[․․] | |
| [—] ἀκριβεστέραν τὴν | |
| [— εἰ]ς τὰ μετὰ ταῦτα ὑπε- | |
| 20 | [—]ΙΛΕ̣Ι[—] ἔρρωσθε. |