Letter of Kydonia according asylia to Teos; c. 200 BC: CIG
3055; *LW 64; **ICret II Cydonia no. 2 (ll. 15-7, 19, 25).
[ ]
LW 64
| 1 | vacat Κυδωνιατᾶν. vacat |
| Κυδωνιατᾶν ἁ πόλις καὶ οἱ άρχοντες Τηΐων τᾶι βωλ[ᾶι] | |
| καὶ τῶι δάμωι χαίρειν. ἐπειδὴ [Τήϊ]οι φίλοι καὶ συγγενεῖς | |
| ὑπάρχοντες διὰ προγόνων τᾶι πόλει ψάφισμα καὶ πρεσ- | |
| 5 | βευτὰς ἀπεστάλκαντι Ἀπολλόδοτον καὶ Κωλώταν οἳ |
| ἐπελθόντες ἐπὶ τὰν ἐκκλησίαν τό τε ψάφισμ<α> ἀπέδω- | |
| καν καὶ αὐτοὶ διελέγην ἀκολούθως τοῖς γεγραμμένοις, | |
| τὰν ἐκτενεστάταν σπουδὰν καὶ φιλοτιμίαν ποιιόμε- | |
| νοι περὶ τῶ γενέσθαι τὰν καθιάρωσιν τῶι Διονύσωι τᾶς | |
| 10 | τε πόλιος καὶ τᾶς χώρας τᾶς Τηΐων καὶ τὰν ἀσυλίαν, ἔτι |
| δὲ καὶ τἄλλα τὰ ὑπάρχοντα αὐτοῖς ἔνδοξα καὶ τίμια εἰς | |
| τὸν θεὸν ψαφιξαμένος καὶ αὐτὸς συναύξεν καὶ αἰεί τι- | |
| νος ἀγαθῶ παραιτίος γενέσθαι τῶι δάμωι, καὶ ὅτι ταῦτα | |
| ποιήσαντες ἀκόλουθα πράξομεν τᾶι τε [συγγενείαι καὶ τᾶι] | |
| 15 | ποτὶ τὸ θεῖον εὐσεβείαι καὶ τὰ μέγιστα χαρι[ξώμεθα τῶι] |
| δάμωι· ἀποκρίνασθαι Τηΐοις φίλοις καὶ οἰκεί[οις ἐῶσιν δι]- | |
| ότι τὸν Διόνυσον καὶ αὐτοὶ σεβόμεθα καὶ τὸν Τηΐω[ν δᾶμον] | |
| συγγενέα ὄντα ἀσπαζόμεθα καὶ ἐπαινῶμεν δ[ι]ό[τι κα]- | |
| λῶς καὶ ἐνδόξως καὶ καταξίως τῶ<⁶¹>⁶¹[⁵¹ι]⁵¹ θεῶ<⁶¹>⁶¹[⁵¹ι]⁵¹ προεστάκαντι, | |
| 20 | ἕνεκα ὧν καὶ παρ’ ἁμῶν τὰ καλὰ καὶ τίμια δίδοται τῶι θεῶι |
| καὶ Τηΐων τάν τε πόλιν καὶ τὰν χώραν ἀνίεμεν ἱερὰν καὶ | |
| ἄσυλον νῦν τε καὶ εἰς τὸν ἄλλον χρόνον πάντα, καὶ πει[ρα]- | |
| σώμεθα αἰεί τινος ἀγαθῶ παραίτιοι γίνεσθαι τῶι δάμωι | |
| καὶ κοινᾶι καὶ ἰδίαι· εἰ καί τινες ἄγωντι Τηΐος ἢ τὸς κατοικόν- | |
| 25 | τας παρ’ αὐτοῖς οἱ κόσμοι καὶ ἄλλος ὁ λῶν Κυδωνια- |
| τᾶν ἢ Τηΐων ἀφελόμενοι καὶ διδόντες τοῖς ἀδικη- | |
| μένοις κύριοι ἔστωσαν. vacat ἔρρωσθε. |