Honorary decree of symmoria; II: *CIG 3066; **Michel 1007
(ll. 24, 27); Guarducci, Fratria 25; BE 1987:288.
[ ]
CIG 3066
| 1 | ἔδοξεν τῶι κοινῶι τῆς Ἐχίνου συμμορίας· |
| ἐπειδὴ Ἑλλάνικος Ζωΐλου, Σάτυρος Ἀρτεμιδώ- | |
| ρου, Ἀγέλιππος Εὐφράνορος, Ἀθηνόδωρος | |
| Δημητρίου, ἄνδρες ἀγαθοὶ καὶ [πρόθυ]μοί εἰ- | |
| 5 | σιν εἰς τὰ συμφέροντα τῆι συμμορίαι, προσ- |
| τάται τε γενόμενοι τῆς Ἐχίνου συ[μμο]- | |
| ρίας, τάς τε θυσίας πάσας συνετέλ[ε]- | |
| σαν πρεπόντως καὶ κατὰ τὸν νόμον, | |
| καὶ ἐν τοῖς ἄλλοις προέστησαν ἀξίως [τῆς] συμ- | |
| 10 | μορίας, οὐδεμίαν ἀνενέγκαντες τῶι κοινῶι δα- |
| πάνην, ἀλλ’ ἐκ τῶν ἰδίων πάντα χορηγήσαντες ἀ- | |
| φειδῶς ἐς τὰς θυσίας πάσας τὰς συντελουμένας | |
| ὑπὸ τῆς Ἐχίνου συμμορίας τοῖς τε θεοῖς καὶ τοῖς εὐερ- | |
| γέταις, καὶ τὴν ἄλλην δαψίλειαν ἐποιήσαντο τῶν | |
| 15 | εἰς τὴν ὑποδοχὴν ἀναλισκομένων ἀξίως τῆς τε |
| συμμορίας καὶ ἑαυτῶν·vacat ἵνα οὖν καὶ ἡ Ἐχίνου συμμο- | |
| ρία φαίνηται τοῖς καλοῖς καὶ ἀγαθοῖς τῶν ἀνδρῶν | |
| ἀπονέμουσα τὰς κα<τ>αξίας χάριτας, δεδόχθαι | |
| τῆι Ἐχίνου συμμορίαι ἐπαινέσαι Ἑλλάνικον Ζωΐλου, | |
| 20 | Σάτυρον Ἀρτεμιδώρου, Ἀγέλιππον Εὐφράνορος, |
| Ἀθηνόδωρον Δημητρίου, καὶ στεφανῶσαι ἕκαστον | |
| αὐτῶν στεφάνωι θαλλοῦ ἀρετῆς ἕνεκεν καὶ φιλοδο- | |
| ξίας, ἧς ἔχοντες διατελοῦσιν εἰς τὸ κοινὸν τῆς συμ- | |
| μορίας, καὶ ἀναγγεῖλαι αὐτὸν τὸν στέφανον τοῖς | |
| 25 | Λευκαθέοις μετὰ τὰς σπονδάς, ἐν ἧι ἂγ γίνηται ἡμέ- |
| ραι ἡ συμμορία· τῆς δὲ ἀναγγελίας ἐπιμελεῖσθαι τοὺς | |
| καθ’ ἕκαστον ἔτος τιμωμένους προστάτας. ἵνα δὲ καὶ | |
| μνημονεύηται αὐτῶν εἰς ἅπαντα τὸν χρόνον ἡ φ<ιλ>ο- | |
| τιμία, καὶ ζηλῶσιν αὐτοὺς οἱ ἐπιγινόμενοι Ἐχιναδῶν, | |
| 30 | ἀναγράψαι τοὺς ἀποδειχθησομένους ἄνδρας τοῦ[το] |
| τὸ ψήφισμα εἰς στήλην λιθίνην, καὶ τοὺς στεφάνους, | |
| καὶ στῆσαι παρὰ τὸμ βωμὸν τῆς συμμορίας. βουλ[ό]- | |
| μενοι δὲ καὶ ἐν τούτοις ἀκόλουθοι φαίνεσθαι καὶ ἀ[δ]ά- | |
| πανον καταστῆσαι τὸ κοινόν, τὴν εἰς ταῦτα δα[πάνην] | |
| 35 | ἐσομένην ἐκ τῶν ἰδίων ἀνεδέξαντο ποιήσειν. |
| ἀπεδείχθησαν Ἑλλάνικος Ζωΐλου, Σά[τυρος] | |
| Ἀρτεμιδώρου. vacat |