Honorary decree of symmoria; II: *CIG 3065; **Michel 1006
(ll. 36-41); Guarducci, Fratria 24; BE 1987:288.
[ ]
CIG 3065
| 1 | vacat ἐπὶ πρυτάνεως Σμείνωνος? vacat |
| vacat τὸ κοινὸν τῆς Ἐχίνου συμμορίας vacat | |
| vacat ἐτί<μ>ησεν vacat | |
| vacat | |
| 1.4 | <⁶⁵Δημή>⁶⁵- |
| 5 | <⁶⁵τρίον Καλ>⁶⁵- |
| <⁶⁵λιστράτου,>⁶⁵ | |
| vacat | |
| <⁶⁵Νικίαν>⁶⁵ | |
| <⁶⁵Φίλωνος,>⁶⁵ | |
| 10 | vacat |
| 2.4 | <⁶⁵Προκλεί>⁶⁵- |
| 5 | <⁶⁵δην Προκλ>⁶⁵- |
| <⁶⁵είδου τὸν>⁶⁵ | |
| <⁶⁵νεώτερον,>⁶⁵ | |
| vacat | |
| <⁶⁵Ἑστιαῖον>⁶⁵ | |
| <⁶⁵Σιμαλίω>⁶⁵- | |
| 10 | <⁶⁵νος>⁶⁵ |
| vacat | |
| 11 | ἔδοξεν τῆι Ἐχίνου συμμορίαι· ἐπειδὴ Δημήτρι- |
| ος Καλλιστράτου, Προκλείδης Προκλείδου ὁ νε- | |
| ώτερος, Νικίας Φίλωνος, Ἑστιαῖος Σιμαλίωνος, πρό- | |
| τερόν τε τὴν αὑτῶν σπουδὴν ἐνδεικνύμενοι εἰς τὴν | |
| 15 | συμμορίαν διετέλουν, ἀποδεικνύντες τε προσ- |
| τάται καὶ βουλόμενοι κατακολουθεῖν τῆι ἑαυτ- | |
| ῶν προθέσει τάς τε νομιζ<ο>μένας | |
| πατρίους θυσίας συνετέλεσαν τοῖς θεοῖς καὶ τοῖς εὐεργέταις | |
| καλῶς καὶ ἐπιφανῶς, {ε} ὑπε{ι}δέξαντό {²⁶ὑπεδέξαντό}²⁶ τε καὶ τὴν συμμορίαν φιλο- | |
| 20 | τίμως καὶ ἐκτενῶς, εἰσενεγκάμενοι τὴν εἰς ταῦτα δαπάνην |
| πᾶσαν ἐκ τοῦ ἰδίου, βουλόμενοι ἐν ἅπασι τούτοις ἀδάπανον τὴν | |
| συμμορίαν καθιστάνειν· ὅπως οὖν καὶ τὸ κοινὸν τῆς συμμορίας | |
| εὐχαρίστως προσφερόμενον φαίνηται τοῖς καλοῖς καὶ ἀγαθοῖς | |
| τῶν ἀνδρῶν, δεδόχθαι τῆι Ἐχίνου συμμορίαι ἐπαινέσαι Δημή- | |
| 25 | τριον Καλλιστράτου, Προκλείδην Προκλείδου τὸν νεώτερον, |
| Νικίαν Φίλωνος, Ἑστιαῖον Σιμαλίωνος, καὶ στεφανῶσαι ἕκασ- | |
| τον αὐτῶν στεφάνωι θαλλοῦ ἀρετῆς ἕνεκεν καὶ φιλοδοξίας τῆς εἰς | |
| τὴν συμμορίαν· ἀναγγέλλεσθαι δὲ τὸν στέφανον καθ’ ἕκαστον | |
| ἔτος μετὰ τὰς σπονδάς, ὅταν ἡ [ὑπο]δοχὴ γίνηται· τῆς δὲ ἀναγ- | |
| 30 | γελίας ἐπιμελεῖσθαι τοὺς καθ’ ἕκαστον ἔτος γενομένους |
| προστάτας. ἀναγράψαι δὲ το ψήφισμα τόδε καὶ τοὺς στε- | |
| φάνους εἰς στήλην λιθίνην, καὶ στῆσαι παρὰ τὸν βωμὸν τῆς συμ- | |
| μορίας. ὅπως δὲ συντελεσθῇ τὰ ἐψηφισμένα, ἀποδεῖξαι ἄν- | |
| δρας, οἵτινες τὴν ἐπιμέλειαν αὐτῶν ποιήσονται. ἀπεδε[ί]- | |
| 35 | [χθησαν] Προκλείδης Προκλείδου ὁ νεώτερος, Δημήτριος Καλλιστράτου. |