Funerary inscription for Flavia Hygia and heirs and
relatives, with penalty for unauthorized burial; AD 175/192:
*MDAI(I) 1980, pp. 95-97, no. 3 (PH); SEG 30, 1349; AnnEpig 1981,
762.
1 | τὸ ἡρῷον Φλαβίας Ὑγίας ζῆ καὶ κληρονόμων |
αὐτῆς, εἰς ὃ θέσεις Κορβουλῶνι Κατάπλοος καὶ Αἰλια- | |
νῷ Ἀγαθοκλεῖ καὶ τῇ γυναικὶ αὐτοῦ Αἰλιανῇ Ἡ- | |
ροῖ καὶ Ἀγαπήματι καὶ Σωτηρίδι ταῖς Διομήδους | |
5 | καὶ Ἀπολλωνίῳ καὶ Ἀπελλᾷ τοῖς Ἡρᾶ καὶ τοῖς ἐξ αὐτῶν |
καὶ Ἐπιγόνῃ Ἀρίστωνος καὶ Δυνάμει καὶ Καλλιρόῃ καὶ | |
Εὐπόρῳ κα<ὶ Ἰ>ουλιανῷ Κορβουλῶνι καὶ Σωστράτῃ· ἑτέ- | |
ρῳ δὲ οὐδενὶ ἐξέσται ταφῆναι, ἐπὶ ὁ θάψας ἀποδώσει | |
τῷ κυριακῷ φίσκῳ 𐆖(δηνάρια) βφʹ καὶ τῇ ἱερωτάτῃ Μιλησίων βου- | |
10 | λῇ βφʹ καὶ ἔσται τῷ τῆς τυμβωρυχίας ἐνκλήματι ὑ- |
πεύθυνος. περὶ τούτων ἔνγραφον ἀπόκειται εἰς | |
τὸ ἀρχεῖον ἐπὶ στεφανηφόρου Ἰουλίας τῆς Φιλέρω- | |
τος <μ>ηνὸς Ληναιῶνος κεʹ, ἐπὶ ἀνθυπάτου | |
Φλ(αβίου) Σουλπικιανοῦ μη(νὸς) Ληναιῶνος ιʹ. |