Funerary inscription for Flavia Hygia and heirs and relatives, with penalty for unauthorized burial; AD 175/192: *MDAI(I) 1980, pp. 95-97, no. 3 (PH); SEG 30, 1349; AnnEpig 1981, 762.  
[ ] MDAI(I) 1980, 95-97, no. 3
See also:
1 τὸ ἡρῷον Φλαβίας Ὑγίας ζῆ καὶ κληρονόμων
αὐτῆς, εἰς ὃ θέσεις Κορβουλῶνι Κατάπλοος καὶ Αἰλια-
νῷ Ἀγαθοκλεῖ καὶ τῇ γυναικὶ αὐτοῦ Αἰλιανῇ Ἡ-
ροῖ καὶ Ἀγαπήματι καὶ Σωτηρίδι ταῖς Διομήδους
5 καὶ Ἀπολλωνίῳ καὶ Ἀπελλᾷ τοῖς Ἡρᾶ καὶ τοῖς ἐξ αὐτῶν
καὶ Ἐπιγόνῃ Ἀρίστωνος καὶ Δυνάμει καὶ Καλλιρόῃ καὶ
Εὐπόρῳ κα<ὶ Ἰ>ουλιανῷ Κορβουλῶνι καὶ Σωστράτῃ· ἑτέ-
ρῳ δὲ οὐδενὶ ἐξέσται ταφῆναι, ἐπὶ ὁ θάψας ἀποδώσει
τῷ κυριακῷ φίσκῳ 𐆖(δηνάρια) βφʹ καὶ τῇ ἱερωτάτῃ Μιλησίων βου-
10 λῇ βφʹ καὶ ἔσται τῷ τῆς τυμβωρυχίας ἐνκλήματι ὑ-
πεύθυνος. περὶ τούτων ἔνγραφον ἀπόκειται εἰς
τὸ ἀρχεῖον ἐπὶ στεφανηφόρου Ἰουλίας τῆς Φιλέρω-
τος <μ>ηνὸς Ληναιῶνος κεʹ, ἐπὶ ἀνθυπάτου
Φλ(αβίου) Σουλπικιανοῦ μη(νὸς) Ληναιῶνος ιʹ.
Search Help
Contact Us