Funerary inscription in elegiacs for Poulydamas; III: *Peek, GVI I 1536; ZPE 1971, pp. 216-218, no. 13.  
[ ] GVI I 1536
See also:
1 οἰκτρὰ πατὴρ ἐπὶ σοὶ βάλε δάκρυα, Πουλυδαμαντί,
ἡνίκα κυανέαν πορθμίδ’ ἔβης νεκύων·
οὐδέ τι πατρὶ φίλωι νεαροὺς ἐπὶ γούνασι παῖδας
κηδεμόνας θῆκας γήραος οὐλομένου,
5 ἀλλ’ ἐπὶ πορφυρέῃ νεφέλη χαρίεντα μέλαθρα,
λήθη σὴγ γενεὴν φάρεσιν ἐσκίασε.
μητρὶ δὲ γηραιᾶι λίπες ἄλγεα δακρυόεντα
ἀνδρί τε· κωκύει δὲ οἶκον ἔρημον ὁρῶν.
Search Help
Contact Us