Funerary inscription in elegiacs for Poulydamas; III:
*Peek, GVI I 1536; ZPE 1971, pp. 216-218, no. 13.
| 1 | οἰκτρὰ πατὴρ ἐπὶ σοὶ βάλε δάκρυα, Πουλυδαμαντί, |
| ἡνίκα κυανέαν πορθμίδ’ ἔβης νεκύων· | |
| οὐδέ τι πατρὶ φίλωι νεαροὺς ἐπὶ γούνασι παῖδας | |
| κηδεμόνας θῆκας γήραος οὐλομένου, | |
| 5 | ἀλλ’ ἐπὶ πορφυρέῃ νεφέλη χαρίεντα μέλαθρα, |
| λήθη σὴγ γενεὴν φάρεσιν ἐσκίασε. | |
| μητρὶ δὲ γηραιᾶι λίπες ἄλγεα δακρυόεντα | |
| ἀνδρί τε· κωκύει δὲ οἶκον ἔρημον ὁρῶν. |