Honorary decree for Eudemos Thallionos, who established and
regulated administration of school; 200/199*** BC: *Milet I 3,
145; Ziebarth, Schulwesen; **Syll3 577 (ll. 29, 37); SEG 14, 742;
García Teijeiro, Fs. Sainz Rodriguez III 271-278 (non vidi); SEG
36, 1045.
[ ]
Milet I 3, 145
| 1 | ἔδοξε τῶι δήμωι, γνώμη συνέδρων· ἐπειδὴ Εὔδημος Θαλλί- |
| ωνος αἱρούμενος εὐεργετεῖν τὸν δῆμον καὶ τῆς αὑτοῦ φιλο{τι}- | |
| δοξίας {²⁶φιλοδοξίας}²⁶ εἰς τὸν ἀεὶ χρόνον μνήαν ὑπάρχειν τὴν ἀρίστην ἐπήγγελ- | |
| ται δώσειν εἰς παιδείαν τῶν ἐλευθέρων παίδων ἀργυρίου τά- | |
| 5 | λαντα δέκα ὑπέρ τε αὑτοῦ καὶ τῶν ἀδελφῶν Μενάνδρου καὶ |
| Δίωνος, ἐψηφίσθαι Μιλησίοις· ἐπῃνῆσθαι μὲν Εὔδημον τῆς {ι} | |
| περὶ τὰ{υτα} κάλλιστα σπουδῆς ἕνεκεν καὶ εἶναι ἐν ἐπιμελείαι | |
| παρὰ τῆι βουλῆι καὶ τῶι δήμωι· ἵνα δ’ ἡ περὶ τούτων σύνταξις | |
| τυγχάνηι τῆς προσηκούσης οἰκονομίας, Εὔδημον μὲν διαγρά- | |
| 10 | ψαι τὸ προειρημένον πλῆθος τῶν χρημάτων τοῖς ταμίαις τῶν |
| ἐγκυκλίων ἐν τοῖς τεταγμένοις κατὰ τὴν ἐπαγγελίαν χρό- | |
| νοις, τοὺς δὲ ταμίας ἀποδιδόναι παραχρῆμα τοῖς ἐπὶ τῆς δημοσί- | |
| ας τραπέζης αἱρουμένοις, τοὺς δὲ ὑποστησαμένους λό- | |
| γον πόλεως τῶν ἐπιδοθέντων ὑπὸ Εὐδήμου χρημάτων εἰς παι- | |
| 15 | δείαν τῶν ἐλευθέρων παίδων ἐγγράφεσθαι τὸ διδόμενον καὶ δι- |
| αφυλάσσειν, παραδιδόναι δὲ καὶ τοῖς μεθ’ αὑτοὺς αἱρεθησομέ- | |
| νοις τραπεζίταις, ἕως ὁ δῆμος βουλεύσητα{τα}ι {²⁶βουλεύσηται}²⁶ περὶ τῆς ἐσομένης | |
| ἀπ’ αὐτῶν προσό<δ>ου·έὰν δὲ μὴ παραδῶσιν καθότι γέγραπται, ὀφειλέ- | |
| τωσαν τῶι δήμωι διπλάσια τὰ χρήματα· τοὺς δ’ ἀνατάκτας τοὺς διο[ι]- | |
| 20 | κοῦντας τὰς τῆς πόλεως προσόδους ἐξαιρεῖν καθ’ ἕκαστον ἔτος ἐν |
| τῆι ἀνατάξει στατῆρας τριακοσίους ἀντὶ τῆς ἐσομένης ἀπὸ τῶν χρη- | |
| μάτων προσόδου καὶ μερίζειν ἐν τοῖς ἀναλώμασι τῶν ταμ<ι>ῶν ἑκάσ- | |
| τωι κατὰ μῆνα τὸ ἐπιβάλλον· ἐὰν δὲ μὴ ἐξέλωσιν καθότι γεγρά- | |
| πται, ὀφειλέτω ἕκαστος αὐτῶν στατῆρας πεντακοσίους ἱεροὺς | |
| 25 | Ἑρμοῦ καὶ Μουσῶν. τοὺς δὲ βουλομένους παιδοτριβεῖν ἢ γράματα |
| διδάσκειν ἀπογράφεσθαι πρὸς τοὺς καθισταμένους παιδονόμους εἰς | |
| τὸν ἐπιόντα ἐνιαυτόν, εἶναι δὲ τὴν ἀπογραφὴν καθ’ ἕκαστον ἔτος ἀπὸ | |
| τῆς διχομηνίας ἕως τῆς εἰκάδος τοῦ Ἀρτεμισιῶνος μηνός, τοὺς δὲ ἐκ- | |
| τιθέναι τὰ ὀνόματα αὐτῶν εἰς τὴν Ἀντιόχεον στοάν· τῆι δὲ ὀγδό- | |
| 30 | ηι ἀνομένου τοῦ αὐτοῦ μηνός, ἐπειτὰν ἡ ἐκκλησία συναχθῆι, τίθεσ- |
| θαι ἐν τῆι ὀρχήστραι τρίποδα καὶ θυμίατρον, τοὺς δὲ ἱερεῖς τόν τε | |
| τοῦ Ἑρμοῦ τοῦ Ἐναγωνίου τοῦ ἐν τῆι παλαίστραι τῶν παίδων καὶ τὸν τῶν Μου- | |
| σῶν καὶ τὸν ἱεροκήρυκα καὶ τοὺς κεχειροτονημένους καὶ μέλλο[ν]- | |
| τας ἄρχειν παιδονόμους καὶ μέχρι μὲν ζωιῆς Εὔδημον, μετὰ δὲ ταῦτα | |
| 35 | τῶν ἀπὸ Εὐδήμου τὸν πρεσβύτατον ἐπιθυμιᾶσαι λιβανωτὸν τῶι τε Ἑρ- |
| μ[ῆ]ι καὶ ταῖς Μούσαις καὶ Ἀπόλλωνι Μουσηγέτηι· τὸν δὲ ἱεροκήρυκα ἐπεύ- | |
| ξα̣σθαι τοῖς ἐκκλησιάζουσιν, ὅστις χειροτονοίηι παιδοτρίβας καὶ | |
| τοὺς τὰ γράμματα διδάξοντας, οὓς ἄριστα νομίζει τῶν παίδων ἐπισ- | |
| τατήσειν καὶ μηδεμιᾶι φιλοτιμίαι παρὰ τὸ δίκαιον προσνέμοι τὴν | |
| 40 | αὑτοῦ γνώμην, ἄμεινον αὐτῶι εἶναι, ἐ[ὰ]ν δὲ μή, τοὐναντίον· μετὰ δὲ |
| τοῦτο οἱ μὲν παιδονόμοι παραδότωσαν τῶι γραμματεῖ τῆς βουλῆς τὰ | |
| ὀνόματα τῶν ἀπογραψαμένων· ὁ δ’ ἐπαγέτω κατὰ ἕνα· τῶν δ’ ἐπιπορευομ̣έ- | |
| νων ἕκαστον ὁρκισάτωσαν οἵ τε ἱερεῖς καὶ ὁ ἱεροκῆρυξ· ὁ δὲ ὅρκος ἔστω | |
| τοῖς μὲν παιδοτρίβαις ὅδε· ὀμνύω τὸν Ἑρμῆ μὴ παρακεκληκέναι μη- | |
| 45 | θένα Μιλησίων, ὅπως με χειροτονῆι, μηδ’ ἑτέρωι προστεταχέναι παρα- |
| καλέσαι ὑπὲρ ἐμοῦ· καὶ ἐπαράσθω εὐορκοῦντι μὲν ἄμεινον εἶνα[ι], | |
| ἐφιορκοῦντι δὲ τἀναντία· τοῖς δὲ γραμματοδιδασκάλοις τὰ μὲν ἄλ[λα] | |
| κατὰ ταὐτά, ὀμνύτωσαν δὲ τ<ὸ>ν Ἀ<πό>λλων<α> καὶ τὰς Μούσας· χε<ι>ροτο- | |
| νεῖσθαι δὲ καὶ ἀποδείκνυσθαι ἐκ τῶν ἐπελθόντων παιδοτρίβας | |
| 50 | τέσσαρας καὶ γραμματοδιδασκάλους τέσσαρας. τετάχθαι δὲ μισ- |
| θὸν τῶμ μὲν παιδοτριβῶν ἑκάστωι μηνὸς ἑκάστου δραχμὰς τριά- | |
| κοντα, τῶν δὲ γραμματοδιδασκάλων ἑκάστωι μηνὸς ἑκάστου | |
| δραχμὰς τεσσεράκοντα. τὰ δὲ κατὰ τὰς ἐπιδείξεις αὐτῶν καὶ τὰ ἄ[λ]- | |
| λα συντελεῖσθαι κατὰ τὸν παιδονομικὸν νόμον· ἐξεῖναι δὲ τοῖς χειροτο- | |
| 55 | νηθεῖσιν παιδοτρίβαις, ἐὰν ἄγοντες ἀθλητὰς ἐπί τινα τῶν στεφανι- |
| τῶν ἀγώνων ἐκγδημεῖν βούλωνται, παραλυσαμένοις τοὺς παιδονό- | |
| μους καὶ καταλιποῦσιν ἀνθ’ αὑτῶν τὸν ἐπιστατήσοντα τῶν παίδων | |
| ἀρεστὸν τοῖς παιδονόμοις ἐκγδημεῖν. ὅπως δὲ τὸ γινόμεν<ον> ἑκάσ- | |
| τοις εὐτάκτως ὑπηρετῆται, τοὺς ταμίας διδόναι τὸ τεταγμέ- | |
| 60 | νον τοῖς τε παιδοτρίβαις καὶ γραματοδιδασκάλοις μηνὸς ἑ- |
| κάστου τῆι νουμηνίαι· ἐὰν δέ τις μὴ δῶι, ὀφειλέτω στατῆρας πεν- | |
| τακοσίους ἱεροὺς Ἑρμοῦ καὶ Μουσῶν, εἶναι δὲ κατ’ αὐτῶν καὶ {πρ} | |
| πρᾶξιν τοῦ μισθοῦ τοῖς παιδοτρίβαις καὶ γραμματοδιδασκάλοις | |
| κατὰ τὸν ἀγορανομικὸν νόμον. τὸ δ’ ἐξαιρούμενον εἰς ταῦτα κατὰ τὴν | |
| 65 | ἀνάταξιν μὴ εἶναι μετενεγκεῖν εἰς ἄλλο μηθὲν τρόπωι μηθενί· ἐὰν |
| δέ τις εἴπηι ἢ{ι} προθῆι ἢ ἐπιψηφίσηι ἢ μετενέγκηι ἢ τάξηι ἔλασσον τοῦ ἐκ- | |
| κειμένου, ὀφειλέτω ὁ τούτων τι ποιήσας στατῆρας πεντακοσίους | |
| ἱεροὺς Ἑρμοῦ καὶ Μουσῶν. τὸ δὲ λοιπὸν τοῦ ἐξαιρεθέντος εἰς ταῦτα | |
| ἀφαιρουμένων {ων} τῶν μισθῶν λαμβάνοντες οἱ παιδονόμοι πεμπέτω- | |
| 70 | σαν τῶι Ἀπόλλωνι τῶι Διδυμεῖ βοῦν ὡς κάλλιστον ἔν τε τῷ πενθετηρι- |
| κῶι τοῖς Διδυμείοις καὶ ἐν τοῖς ἀλλοις ἔτεσιν τοῖς βοηγίοις καὶ | |
| πομπευέτωσαν αὐτοί τε καὶ οἱ ἐπιλεγέντες ὑπ’ αὐτῶν παῖδες | |
| καὶ οἱ κεχειροτονημένοι ἐπιστάται αὐτῶν καὶ μέχρι μὲν τοῦ ζῆν | |
| Εὔδημος, μετὰ δὲ ταῦθ’ ὁ πρεσβύτατος τῶν ἀπὸ Εὐδήμου γενομέ- | |
| 75 | νων· τὸ δὲ πεμφθὲν ἱερεῖον θύσαντες οἱ παιδονόμοι διανειμάτωσαν |
| τοῖς τε παισὶν ἅπασιν καὶ τοῖς ἄλλοις, οὓς γέγραπται συμπομ- | |
| πεύειν. ἀφεῖσθαι δὲ καὶ τοὺς παῖδας ἀπὸ τῶν μαθημάτων καθ’ ἕ- | |
| καστον μῆνα τῆι πέμπτηι ἱσταμένου καὶ τοὺς παιδονόμους ἀνα- | |
| γράφειν καὶ ταύτην ἐν ταῖς παιδιαῖς μετὰ τῶν ἄλλων ἡμερῶν, καθότ[ι] | |
| 80 | ἐν τῶι παιδο<νο>μικῶι νόμωι συντέτακται. ἵνα δ’ ἥ τε τοῦ δήμου προαίρε- |
| σις καὶ ἡ{ι} γεγενημένη περὶ ταῦτα ὑπὸ Εὐδήμου φιλοδοξία πᾶσιν | |
| ἐκφανὴς ὑπάρχηι, τοὺς τειχοποιοὺς μετὰ τοῦ ἀρχιτέκτον[ος ἐπι]- | |
| μεληθῆναι, ὅπως τὸ ψήφισμα τόδε ἀναγραφῇ εἰς στήλας λι[θίνας δύο], | |
| καὶ στῆσαι μίαν μὲν ἐν τῆι παιδικῆι παλαίστραι, ἐν ὧι ἂν τό[πωι ἐπι]- | |
| 85 | τήδειον εἶναι φαίνηται, τὴν δ’ ἑτέραν ἐν τῶι ἱερῶι τοῦ Ἀπό[λλωνος] |
| τοῦ Δελφινίου ἐπὶ τῆς ἐξέδρας τῆς ἀνατεθείσ<η>ς ὑπὸ [Εὐδήμου] | |
| τοῦ Θαλλίωνος· ὅπως δ’ ἐπὶ τῆι περὶ ταῦτα φιλοτιμ<ί>αι τιμ[ηθῆι κατα]- | |
| ξίως Εὔδημος, βουλεύσασθαι τὸν δῆμον ἐν τοῖς κα[θήκουσιν] | |
| χρόνοις. ἔδοξε τῶι δήμωι εἰς λεύκωμα ἀναγράψαι τ[ὸ ψήφισμα]. |