Decree of demos providing for payments to those giving
money to city with list of donors; 205/4*** BC: *Milet I 3, 147
(PH); SEG 1, 436; **Migeotte, L’emprunt public no. 97 (l. 17).
[ ]
Milet I 3, 147
| A.1 | [ἔ]δοξε τῶι δήμωι· γνώμηι πρυτάνεων καὶ τῶν ἡιρημένων ἐπὶ τῆι φυλ[α]- |
| [κ]ῆι καὶ τῶν ἀποδειχθέντων συνέδρων. οἱ πρυτάνεις καὶ οἱ ἡιρημένοι ἐ- | |
| π̣ὶ τῆι φυλακῆι καὶ οἱ σύνεδροι εἶπαν· ὅπως τὰ ἐνλείποντα ἐν τῶι ἐνεστῶ̣- | |
| τι ἐνιαυτῶι πορισθῆι δυνατῶς καὶ συμφερόντως τῶι δήμωι, μήτε εἰσ- | |
| 5 | φορᾶς διὰ ταῦτα γενομένης ὑπὸ μηθενὸς μήτε τῶμ μισθοφόρων ἀφαι̣- |
| ρέσεως διὰ τὸ πεπονηκέναι τάς τε κοινὰς καὶ τὰς ἰδίας ἑκάστου προσ̣- | |
| όδους γεγενημένης ἐπὶ πλείονα ἔτη κατὰ τὴγ χώραν ἀφορίας, ἐψηφίσ̣- | |
| θαι Μιλησίοις· τοὺς μὲν βουλομένους τῶμ πολιτῶν ἢ πολιτίδων δοῦνα̣[ι] | |
| τῆι πόλει δραχμὰς τρισχιλίας ἑξακοσίας ὑπὲρ αὑτῶν ἢ ὑπὲρ ἄλλων̣, | |
| 10 | τὸ ἴσον ὑπὲρ ἑκάστου πλῆθος, ἀπογράφεσθαι μὲν πρὸς τὸν ὑπογραμμα̣- |
| τέα τῆς βουλῆς ἕως τῆς ὀγδόης ἱσταμένου τοῦ Πυανεψιῶνος μηνός, | |
| διαγράφειν δὲ τοῖς ἐπὶ τῆς δημοσίας τραπέζης τοῦ ἐψηφισμένου πα̣- | |
| ραχρῆμα μὲν στατῆρας ἑκατόν, τὸ δὲ λοιπὸν ἔσχατον τῆι ὀγδόη<ι> ἱστα̣- | |
| μένου τοῦ Ἀρτεμισιῶνος τοῦ ἐπὶ Κριτοβούλου. τὸ δὲ ἐκ τούτωμ πῖ- | |
| 15 | πτον ἐγγράφεσθαι μὲν τοὺς τραπεζίτας εἰς τοὺς τῶν ταμιῶν λό- |
| γους, ἀποκαθιστάναι δὲ εἰς τὸν τῆς πόλεως. ἀντὶ δὲ τοῦ δοθέντος τῶι | |
| δήμωι λαμβάνειν παρὰ τῆς πόλεως δραχμὰς τριάκοντα κατὰ μῆν[α] | |
| τῶν δόντων ἕκαστον, ἕως ἂν ζῆι. δίδοσθαι δὲ τοῦτο καθ’ ἕκαστον ἔτος̣ | |
| ὑπὸ τῶν ταμιῶν, γινομένης τῆς ἐξαιρέσεως καὶ δόσεως τοῦ ἀργυ- | |
| 20 | ρίου, καθότι καὶ τοῖς ἱερεῦσι καὶ νενικηκόσι τοὺς στεφανίτας ἀγῶνας |
| ἐν τοῖς νόμοις συντέτακται. μὴ εἶναι δὲ τούτων μήτε ἀνατάκτηι ἀ- | |
| φαίρεσιν ποιήσασθαι μήτε ἄλλωι μηθενὶ ἀντεισφοράν, ὡς δεῖ μὴ | |
| ἐξαιρεῖσθαι ἢ ἔλασσον λαμβάνειν τοὺς δεδωκότας τοῦ ὡμολογη- | |
| μένου καὶ κατακεχωρισμένου ἐν τῶιδε τῶι ψηφίσματι. ἐὰν δέ τις εἴπηι̣ | |
| 25 | ἢ προθῇ ἢ ἐπιψηφίσηι ἢ ὑπογραμματεὺς ἀναγνῶι ἢ γραμματεὺς ἀναγρά̣- |
| ψηι, τά τε γραφθέντα ἄκυρα εἶναι καὶ ὀφείλειν ἕκαστον τῶν αἰτίων | |
| στατῆρας χιλίους καὶ εἶναι ἄτιμον, ἕως ἂν ἐκτείσηι, καὶ μηθὲν ἧσ- | |
| σον ἐξαιρεῖσθαι τὸ τεταγμένον ὑπὸ τῶν μετὰ ταῦτα γινομένων | |
| ἀνατακτῶν. εἶναι δὲ καὶ ὑπόδικον ἕκαστον τῶν αἰτίων παντὶ τῶι ἀ- | |
| 30 | δικουμένωι τοῦ ἴσου πλήθ̣ους. τὰς δὲ ὑπὲρ τούτων δίκας γράφεσ- |
| θαι πρὸς τοῖς εὐθύνοις ἀπρυτανεύτους, φέρειν δὲ τὸμ μισθὸν τῶι δι- | |
| καστηρίωι τὸν ἀπενείκαντα τὴν δίκην, τὰς δὲ κρίσεις συντελεῖσ- | |
| θαι μετὰ τὰς ἀντωμοσίας ἐν ἡμέραις πριάκοντα, τὰς δὲ προθεσ- | |
| μίας ὑπάρχειν τὸν ἀεὶ χρόνον, τὸ δὲ ἐκ τῆς καταδίκης εἶναι τοῦ | |
| 35 | τὴν δίκην γραψαμένου. ἐὰν δὲ μὴ ἐξαιρῶσιν οἱ ἀνατάκται, ἔστωσαν |
| καὶ οὗτοι ὑπόδικοι καὶ τἆλλα πρόστιμα κατ’ αὐτῶν ὑπαρχέτω κα- | |
| τὰ ταὐτά. ἐὰν δὲ οἱ ταμίαι μὴ διδῶσιν τὸ τεταγμένον ἐν τῆι ὡρισ- | |
| μένηι ἡμέραι, τά τε ἄλλα κατ’ αὐτῶν ὑπάρχειν κατὰ ταὐτὰ καὶ ἐνε- | |
| χυρασίαν εἶναι κατὰ τῶμ μὴ δόντων πρὸς διπλάσιον ἐπὶ τοῦ ταμι- | |
| 40 | είου. τὰς δὲ ἐνεχυρασίας ἀναγραφέτω ὁ γραμματεὺς τῶν ταμιῶν ἐ- |
| πάναγκες. τὰς δὲ λύσεις τῶν ἐνεχύρων γίνεσθαι ἐν ταῖς ἴσαις ἡμέ- | |
| ραις, ἐν αἷς καὶ τοῖς τελώναις τοῖς ἐνεχυρασθεῖσιν ὑπὸ τῶν ταμιῶν | |
| ἐν τῶι νόμωι συντέτακται. μὴ εἶναι δὲ μηδὲ ἐνεχυρασίαν ποιήσασ- | |
| θαι μηθενὶ κατὰ τοῦ ἐξαιρουμένου σιτηρεσίου τρόπωι μηθενὶ μη- | |
| 45 | δὲ οἱ ἄρχοντες γραφέτωσαν, ἀλλ’ ὑπάρχειν αὐτοῖς τὰς δόσεις ἀ- |
| κεραίους παρὰ τοῦ δήμου καὶ κυρίας, καθότι καὶ περὶ τῶν ἱερείων | |
| καὶ νενικηκότων τοὺς στεφανίτας ἀγῶνας ἐν τοῖς νόμοις γέγρα̣ | |
| πται. ἐὰν δέ τινες τῶν δόντων τῆι πόλει τὸ ἐκκείμενον πλῆθος ἐγλ̣[ί]- | |
| π̣ωσι τὸμ βίον, τοῦ μὲν δοθέντος καὶ τοῦ ἐξαιρουμένου σιτηρεσίου | |
| 50 | ἀπολελύσθαι τὸν δῆμον, δίδοσθαι δὲ εἰς ταφὴν τοῖς προσήκουσιν ὑ- |
| πὲρ ἑκάστου δραχμὰς ἑκατὸν πεντήκοντα, ὑπηρετεῖσθαι δὲ τοῦτο | |
| ὑπὸ τῶν ταμιῶν, ἐφ’ ὧν ἂν ἕκαστοι τελευτήσωσιν ἀπὸ τῶν εἰς τὰ κα- | |
| τὰ ψηφίσματα ἐξειρημένων. ἐὰν δὲ μὴ ὑπάρχῃ, ὑπηρετεῖμ μὲν | |
| τοὺς ἀεὶ καθισταμένους τραπεζίτας, κομίζεσθαι δὲ παρὰ τῶμ μετὰ ταῦ- | |
| 55 | τα ταμιῶν ἐκ τοῦ αὐτοῦ πόρου. ἐὰν δέ τινες μὴ δῶσι πᾶν τὸ ἀργύρι- |
| ον ἐ̣ν̣ τῶι εἰρημένωι χρόνωι, τό τε σιτηρέσιον αὐτοῖς μὴ ἐξαιρεῖσ- | |
| [θ]αι καὶ τὸ προδεδομένον εἶναι τῆς πόλεως. ἄρχειν δὲ τῆς τοῦ σιτη- | |
| [ρε]σίου δόσεως μῆνα Ταυρεῶνα τὸμ μετὰ Κριτόβουλον καὶ τοὺς ἀ- | |
| [ν]ατάκτας καταχωρίζειν τοῦτο τὸ ἀνάλωμα πρῶτον μετὰ τὰ ἱε- | |
| 60 | [ρ]ά. ἀναγράψαι δὲ εἰς στήλην τό τε ψήφισμα τόδε καὶ τὰ ὀνόματα |
| τῶν δόντων ἅπαν τὸ ἀργύριον καὶ ὑπὲρ ὧν ἂν δῶσιν καὶ ἀναθεῖνα̣[ι] | |
| εἰς τὸ ἱερὸν τοῦ Ἀπόλλωνος τοῦ Δελφινίου. τῆς δὲ κατασκευῆς τῆς | |
| στήλης καὶ τῆς ἀναγραφῆς τοῦ ψηφίσματος καὶ τῶν ὀνομάτων | |
| ἐπιμεληθῆναι τοὺς τειχοποιοὺς μετὰ τοῦ ἀρχιτέκτονος. τὸ δὲ | |
| 65 | εἰς ταῦτα ἀνάλωμα ὑπηρετῆσαι τοὺς εἰρημένους ἐπὶ τῆς δημοσ[ί]- |
| ας τραπέζης ἀπὸ τῶν εἰς τὰ τειχοποϊκὰ ἐξειρημένων. ταῦτα δὲ εἶ- | |
| ν̣αι εἰς φυλακὴν καὶ σωτηρίαν τῆς πόλεως. ἔδοξε τῶι δήμωι εἰς λεύ- | |
| [κ]ωμα ἀναγράψαι τὸ ψήφισμα. | |
| B.69 | ἔδοξε τῶι δήμωι· γνώμη πρυτάνεων καὶ τῶν ἡιρημένων ἐπὶ τῆι φυ- |
| 70 | λακῆι καὶ τῶν ἀποδειχθέντων συνέδρων. οἱ πρυτάνεις καὶ οἱ ἡιρημέ̣- |
| [ν]οι ἐπὶ τῆι φυλακῆι καὶ οἱ σύνεδροι εἶπαν· τὰ μὲν ἄλλα, καθότι πρότερον | |
| ἐ̣ψήφισται· ἐὰν δέ τις ἕτερον ἀπογράψῃ ὄνομα τῶμ πολιτῶν ἢ πολιτ[ί]- | |
| δων, δίδοσθαι αὐτῶι τὸ γινόμενον σιτηρέσιον ζώντων τῶν ἀπογεγραμ- | |
| μένων. ἐὰν δὲ προεγλίπῃ ὁ ἀπογράψας, λαμβανέτω τῶν ἐφεξῆς | |
| 75 | χρόνων τὸ ἐξαιρούμενον ὁ ἀπογραφείς. ἀναγράψαι δ’ εἰς τὴν στήλη̣ν̣ |
| καὶ τόδε τὸ ψήφισμα. ταῦτα δὲ εἶναι εἰς φυλακὴν καὶ σωτηρίαν τῆς πόλεως. | |
| ἔδοξε τῶι δήμωι εἰς λεύκωμα ἀναγράψαι τὸ ψήφισμα. | |
| Πόσις Φανοδίκου ὑπὲρ Φανοδίκου τοῦ Πόσιος. Εὔβουλος Ἱεροκλείους | |
| ὑπὲρ Ἀμφικτύονος τοῦ Εὐβούλου. Μητρόδωρος Ἡρακλείτου ὑπὲρ Ἡρακλε[ί]- | |
| 80 | του τοῦ Μητροδώρου. Ἀθήναιος Ζωπυρίωνος ὑπὲρ Ζωπυρίωνος τοῦ Ἀθη- |
| ν̣αίου. Δαμασίας Ἀριστοφῶντος ὑπὲρ Βασιλίδος τῆς Δαμασίου. Πόρφυ- | |
| ρ̣ος Μενεδήμου ὑπὲρ Διονυσίου τοῦ Πορφύρου. Πραξιάναξ Σωκράτου ὑπὲ[ρ] | |
| [Β]ιτιάδος τῆς Πραξιάνακτος. Ἁβροτέρα Κλεοσθένου μετὰ κυρίου Ξενοθέμ̣[ι]- | |
| ος τοῦ Λεοφῶντος ὑπὲρ Ἀθηναίου τοῦ Ἡρακλείτου. Μητροδώρα Ἀθηναγ[ό]- | |
| 85 | [ρ]ου μετὰ κυρίου Μέμνονος τοῦ Κτησίππου ὑπὲρ Ἀθηναγόρου τοῦ Μέμνονο̣[ς]. |
| Ζωπυρίων Ἀμύκλα ὑπὲρ Εὐκτήμονος τοῦ Ζωπυρίωνος. Μνησίθεος Ἱερο̣- | |
| κ̣λείους ὑπὲρ Μνησιθέου τοῦ Δημητρίου. Ἑκαταῖος Φορμίωνος ὑπὲρ Θεμισ- | |
| τείους τοῦ Ἑκαταίου, ὑπὲρ Εἰρηνία τοῦ Εἰρηνία κατὰ ποίησιν, κατὰ φύσιν δὲ Ἑκαταίου. | |
| Ἡ̣ρώιδης Ζήνωνος ὑπὲρ Ἑκατωνύμου τοῦ Ἐπικράτου. Ἀρτέμων Παραμονίμου ὑπὲρ | |
| 90 | Β̣ότωνος τοῦ Ἀρτέμωνος καὶ Λαμπίτου τοῦ Ἀρτέμωνος. Ἑστιαῖος Παντα[ί]- |
| [ν]ου ὑπὲρ Ἀπολλωνίδου τοῦ Μέμνονος. Ναννὼ Κλεοσθένου μετὰ κυρίου Ξενοθέμι- | |
| [ος] τ̣οῦ Λεοφῶντος ὑπὲρ Φιλίσκου τοῦ Φιλίσκου. Θεοτιμίδης Εὐδήμου ὑπὲρ Βα- | |
| ․αίθιος τῆς Θεοτιμίδου. Πρώταρχος Ἀριστολόχου ὑπὲρ Φιλουμένης τῆς Ζωπ[ύ]- | |
| [ρ]ου. Πρωταγόρας Ἡγελόχου ὑπὲρ Ἡγελόχου τοῦ Πρωταγόρου καὶ Ἀριστοφῶντος | |
| 95 | τοῦ Πρωταγόρου. Παγώνδης Ἰατροκλείους ὑπὲρ Παγώνδου τοῦ Εὐεστίου. Μενε̣- |
| κ̣ράτης Μοσχίωνος ὑπὲρ Μητροδώρας τῆς Μενεκράτου. Σῖμος Ἀριστοφῶντος | |
| ὑπὲρ Τιμοπόλιος τοῦ Λυγκέως κατὰ ποίησιν, κατὰ φύσιν δὲ Σίμου. | |
| [Ἑ]στιαῖος Πανταίνου. Ἡρώιδης Ζήνωνος. Μολοσσὸς Νεοπτολέμου. | |
| [Φ]ιλῖνος Μηδείου μετ’ ἐπιτρόπων Νέωνος τοῦ Μηδείου καὶ Ἐρωτίωνος | |
| 100 | τοῦ Λεωκέστορος. Πολυάλκης Δημητρίου. Ἰφικλῆς Ἱέρωνος. Ἀριστόδημος |
| Φιλίσκου. Πελληνεὺς Προκρίτου μετ’ ἐπιτρόπου Ζευξίλεω τοῦ Προκρίτου. | |
| Φιλουμένη Ἡραγόρου μετὰ κυρίου Ἐπικράτου τοῦ Βάτωνος. Σέλευκος | |
| Μ̣νησιπτολέμου. Εὔδημος Ἀριστοκλείους. Ἀντιφάνης Διοφάντου. Μητρο- | |
| δ̣ώρα Διοφάντου μετὰ κυρίου Μέμνονος τοῦ Κτησίππου. Ἀμύντας Φιλώτου. |