Decree of demos honoring Knidos for loan of money; 282 BC:
*Milet I 3, 138; Migeotte, L’emprunt public no. 96.
[ ]
Milet I 3, 138
| 1 | ἔδοξε τῶι δήμωι· γνώμη ἐπιστατῶν· Ἐπισθένης Ἄλκιδος εἶπεν· |
| ἐπειδὴ ὁ δῆμος ὁ Κνιδίων εὔνους καὶ φίλος ὢν τῶι δήμωι τῶι | |
| Μιλησίων διατελεῖ, ἔν τε τοῖς ἄλλοις ἅπασι καιροῖς πρόθυμον αὑτὸγ | |
| καὶ χρήσιμομ παρεχόμενος εἰς τὰ τῆς πόλεως συμφέροντα, καὶ νῦν | |
| 5 | ἀποστειλάντων ἡμῶμ πρεσβευτὰς Καλλικράτηγ καὶ Φίλιππον ὑπὲρ |
| τῆς προεγγυήσεως καὶ τοῦ προδανεισμοῦ τῶν χρημάτων, ὧν δεῖ | |
| ἀποδοῦναι ἡμᾶς βασιλεῖ Λυσιμάχωι εἰς τὴν δευτέραγ καταβολὴν, | |
| ψήφισμά τε ἀπέσταλκεμ πρὸς ἡμᾶς περὶ τούτωγ καὶ οἱ πρέσβεις ἐξαγγέλλουσιν̣, | |
| ὅτι ὁ δῆμος ὁ Κνιδίωμ περί τε τῆς προεγγυήσεως τοῖς προδανεισταῖς | |
| 10 | ἐψήφισται καὶ παρακέκληκεν τοὺς βουλομένους τὴγ χρείαμ παρέχεσθαι τῶι |
| δήμωι τῶι Μιλησίων, ἀναδεχόμενός τε τοῖς προδανείζουσιγ καὶ ἐπαινῶν | |
| αὐτοὺς καὶ πᾶσαμ προθυμίαγ καὶ εὔνοιαμ παρεχόμενος εἰς τὸ συν- | |
| αχθῆναι τὰ χρήματα, τύχηι ἀγαθῆι, ἐψηφίσθαι Μιλησίοις, ἐπηινῆσθαι τὸν | |
| δῆμον τὸγ Κνιδίων ἀρετῆς ἕνεκε καὶ εὐνοίας, ἣν ἔχων διατελεῖ περὶ τὸν δῆμον̣ | |
| 15 | τὸμ Μιλησίων, καὶ εἶναι αὐτὸν ἐν ἐπιμελείαι παρὰ τῆι βουλῆι καὶ τῶι δήμωι |
| καὶ τοὺς πρυτάνεις καὶ τοὺς ἐπιστάτας ἐπιμελεῖσθαι, περὶ ὧν ἂν | |
| ἐπιστέλληι ὁ δῆμος ὁ Κνιδίων, εἶναι δὲ αὐτὸγ καὶ εὐεργέτην τοῦ δήμου | |
| τοῦ Μιλησίων· ἐπηινῆσθαι δὲ καὶ τοὺς ἰδιώτας τοὺς προδανείζοντας τὰ | |
| χρήματα καὶ χρείαμ παρεχομένους τῆι πόλει· ὅπως δὲ τιμηθήσεται ἥ τε πόλις | |
| 20 | ἡ Κνιδίωγ καὶ οἱ προδανείσαντες κατ’ ἀξίαν ἕκαστοι, ἑλέσθαι τὸν δῆμον |
| συνέδρους ἑβδομήκοντα πέντε ἐξ ἁπάντωμ Μιλησίων, οἵτινες | |
| συνεδρεύσαντες καὶ γράψαντες τὰς τιμάς αἷς δεῖ τιμηθῆναι τόν τε | |
| δῆμον τὸγ Κνιδίωγ καὶ τοὺς δανείσαντας χρήματα τῆι πόλει εἰσ- | |
| οίσουσιν εἰς τὴν ἐκκλησίαν, ἐν ἧι νόμιμόν ἐστιν βουλεύεσθαι τὸν δῆμον | |
| 25 | περὶ τῶν εὐεργετῶν· ὅπως δὲ καὶ ἡ ἀσφάλεια γίνηται τοῖς δανείζουσιν, |
| ἑλέσθαι τὸν δῆμον ἑβδομήκοντα πέντε ἄνδρας τοὺς ἀναδεξομένου[ς] | |
| καὶ τὰ βέβαια δώσοντας τοῖς δανεισταῖς ὑπὲρ τοῦ δήμου· ἀναγράψαι | |
| δὲ τῶν δανεισάντων ἑκάστου τὰ ὀνόματα πατρόθεν καὶ τῆς πόλεως, | |
| ἧς ἂν ἕκαστος ἦι, εἰστήλην λιθίνηγ καὶ στῆσαι εἰς τὸ ἱερὸν τοῦ Ἀπόλλωνος προ[σ]- | |
| 30 | ἀναγράφοντας τὸ πλῆθος τοῦ ἀργυρίου, ὅσον ἂν ἕκαστος δανείζηι, καθότι τὸμ̣ |
| προδανεισμὸμ ποιεῖται, καὶ ἐν ὧι χρόνωι ἑκάστωι ἡ κομιδὴ ἔσται. τοὺς δὲ | |
| τειχοποιοὺς ἐπιμεληθῆναι καὶ ἀπομισθῶσαι τὴγ κατασκευὴν τῆς στήλης καὶ | |
| τὴν ἀναγραφὴν τῶν ὀνομάτων· τὸν δὲ ταμίαν ὑπηρετῆσαι ἐκ τῶν τειχοποικῶν̣. | |
| [ἵνα] δὲ καὶ ἡ πόλις ἡ Κνιδίων εἰδήσῃ τὰ ἐψηφισμένα, τοὺς πρέσβεις τοὺς πρότερο[ν] | |
| 35 | [αἱρ]εθέντας Καλλικράτηγ καὶ Φίλιππον τό τε ψήφισμα ἀποδοῦναι τῶι δήμωι |
| τῶι Κνιδίωγ καὶ παρακαλεῖν αὐτὸμ τήν τε εὔνοιαγ καὶ τὴμ φιλίαν δια- | |
| φυλάσσειν πρὸς τὴμ πόλιν τὴν ἡμετέραν τὸν ἀεὶ χρόνογ καὶ συνεπιμεληθῆν[αι], | |
| ὅπως τὰ χρήματα εἰς τὴμ πόλιμ μετὰ ἀσφαλείας κομισθήσεται, κυρίους | |
| δ’ εἶναι τοὺς πρεσβευτὰς ὑπὲρ τῆς πόλεως καὶ τῶν εἱρημένων προεγγύων̣ | |
| 40 | συγγραφομένους καὶ ποιοῦντας τὰ βέβαια τοῖς δανεισταῖς. ἔδοξε τῶι |
| δήμωι εἰς λεύκωμα ἀναγράψαι τὸ ψήφισμα. | |
| vacat oἵδε ἐπηγγείλαντο προεγγυήσεσθαι· | |
| I.43 | Ἀχαιὸς Κράτητος |
| Ἀντήνωρ Ξενάρους | |
| 45 | Ἀπολλόδοτος Ἀπολλωνίου |
| Πειθένους Θαρσαγόρου | |
| Κ̣αλλικράτης Ζωπύρου | |
| Φ̣ίλιππος Σωσιστράτου | |
| Λύκος Ἀπολλοδότου | |
| 50 | Διονύσιος Μαιανδρίου |
| [Ἀ]ριστόλοχος Ἀριστολόχου | |
| Π̣ρωταγόρας Πυρράνδρου | |
| Ἡ̣γέλοχος Πρωταγόρου | |
| Ἑκαταῖος Λυκομήδους | |
| 55 | Βηβιλεὺς Πασικλέους |
| Ἀξίοχος Κτησιόχου | |
| Φ̣ανόδικος Πιθήκου | |
| Ἐπίλυκος Δεξικράτους | |
| Φιλίσκος Δεξικράτους | |
| 60 | Β̣άβων Πυρράνδρου |
| [Θρ]ασύνικος Θαρσαγόρου | |
| [․․]ω̣ν Λαμπίτου | |
| [Ἐπί]νικος Ἑστιαίου | |
| [Ἐχ]έβουλος Λίχα | |
| 65 | [Σώ]πολις Ποσειδίππου |
| [Ἡ]γέστρατος Εὐρυφῶντος | |
| [Δ]ημήτριος Φιλιστίδου | |
| II.43 | Ζώπυρος Πόσιος |
| Σίμων Ζωπύρου | |
| 45 | Ἡράκλειτος Ἀρίστωνος |
| Λεύκων Θεογνήτου | |
| Εὐανδρίδης Ἐπικούρου | |
| Πολύξενος Ἀριστείδου | |
| Ἀλέξιππος Σίμου | |
| 50 | Αἰσχύλος Πανταίνου |
| Ἡράκλειτος Ταυρίσκου | |
| Πραξιάναξ Νικοφῶντος | |
| Μεγακλῆς Ἀρισταγόρου | |
| Ἡγήτωρ Λεόφρονος | |
| 55 | Θήραιος Ξενοθέμιος |
| Βάβων Πισαίου | |
| Αἰδοῦχος Αἰδούχου | |
| Ἀρισταγόρας Φιλήμονος | |
| Ἀνδρέας Εὐαγγέλου | |
| 60 | Πυθῶναξ Ἐπικράτους |
| Ἀριστοφῶμ Μιννίωνος | |
| Κύδιμος Κυδίμου | |
| Ἀλκίμαχος Ζωπύρου | |
| Φιλίσκος Ἀναξιλέω | |
| 65 | Λεωσθένης Λεωκέστορος |
| Θεόδωρος Βάτωνος | |
| Πολύξενος Ἀντιπάτρου | |
| III.43 | Ἀγλώμανδρος Πεισικράτο̣[υς] |
| Βουτᾶς Βουτᾶδος | |
| 45 | Σωσίστρατος Μητροδώρο[υ] |
| Ἀγέρωχος Ἀθηναίου | |
| Βάβων Ἀθηναιου | |
| Αὐτοφῶν Αὐτοκλέου[ς] | |
| Ἑστιαῖος Λεωδάμαντο̣[ς] | |
| 50 | Λὐκος Ἀνδροτέλους |
| Ἀθηναῖος Δαμέω | |
| Μνησέας Σωσιστράτου̣ | |
| Ἐπίφρων Θεοδέκτου | |
| Θηρίων Ἡγησιάνακτος | |
| 55 | Στῆρις Στήριος |
| Ἡλιόδωρος Ἀπολλωνίο̣[υ] | |
| Ἡραγόρας Εὐκτήμονος | |
| Ποσειδώνιος Ἀριστέως | |
| Κλεόστρατος Φιλοκρέο[ντος] | |
| 60 | Διόθεμις Εὐκράτους |
| Ποσειδώνιος Ἀρκεσίλα̣ | |
| Χάρισος Δάμωνος | |
| Δαμῆς Δάμωνος | |
| Βασιλείδης Νικοφῶντος̣ | |
| 65 | Βουταλῖνος Προκρίτου |
| Ποσειδιππος Ἀθηνοκρίτ[ου] | |
| Μενεσθεὺς Ἰφικράτου[ς.] | |
| vacat οἵδε ἐδάνεισαγ Κνιδίωμ Μιλησίοις ἀργυρίου Ῥοδίου· | |
| vacat Σίφος Ἀκροτέλευς, Τιμοδάμας Λαχάρτου δραχμὰς ἑξακισχιλίας. | |
| 70 | vacat Φ̣ιλόφρων Φιλίστα καὶ Ἄρχιππος Τιμαιθίου δραχμὰς τρισχιλίας. |
| vacat Δ̣ιότιμος καὶ Μελλῖνος Ἀγαθοβούλου καὶ Τιμᾶς Τιμᾶ δραχμὰς ἑξακισχιλ̣[ίας]. | |
| vacat [Κ]λεισίλοχος Ἀναξιππίδα δραχμὰς δισχιλίας. | |
| vacat [Ἀ]ντίγονο̣ς̣ Ἐπιγόνου δραχμὰς ἑξακισχιλίας. | |
| vacat [Θ]εσσαλάκων Καλλίππου δραχμὰς τρισχιλίας. | |
| 75 | vacat [Σ]τιφολαΐδας Ἀκροτάτου δραχμὰς δισχιλίας. |
| vacat [Ἀ]ντικράτης καὶ Φιλοκράτης Ἐπικράτους δραχμὰς τρισχιλίας. | |
| vacat [Μ]ένιππος Ἀπολλοδώρου δραχμὰς τρισχιλίας. | |
| vacat [Ε]ὐφραγόρας Κλευμένης Κλεύμβροτος Φιλίστα δραχμὰς τρισχιλίας. | |
| vacat [Κ]αλλικλῆς Ἀθηνοκρίτου Ἁλικαρνασσεὺς δραχμὰς ἑξακισχιλίας. | |
| 80 | vacat [Ἀ]θηνόδωρος Θεοδώρου Κυρηναῖος δραχμὰς μυρίας δισχιλίας. |
| vacat οὗτοι ἐδάνεισαν τρία ἔτη· ἄρχει τοῦ δανείου μεὶς Ἀρτεμισιὼν | |
| vacat ἐ̣π’ Ἀλεξίππου· τ̣όκος τῆς μνᾶς ἑκάστης ἑκάστου μηνὸς τρεῖς ὀβολ[ο]ί. | |
| vacat [οἵ]δε ἄτοκον ἐδάνεισαν ἐνιαυτόν· Ἀνθαγόρας Κλέωνος δραχμὰς ἑξακισχιλίας. | |
| vacat [Β]ο̣υλαρχίδας Ἀρχιπ[ό]λιος δραχμὰς ἑξακισχιλίας. | |
| 85 | vacat [Ἐ]π̣ικύδης Θεάνου δραχμὰς τετρακισχιλίας. |
| vacat [Νί]κανδρος Συμμάχου Ἁλικαρνασσεὺς δραχμὰς δισχιλίας. | |
| vacat [τ]ὸ πᾶν Ῥοδίου τάλαντα δεκαδύο μναῖ δέκα. |