Decree of demos accepting offer from Herakleia (Lat.) of
isopolity, containing oracle; 180***/161 BC: *Milet I 3, 150;
**Syll3 633 (l. 65); SEG 34, 1173; SEG 37, 984.
[ ]
Milet I 3, 150
| 1 | ἐπὶ στεφανηφόρου Με̣ν̣[ά]ν̣δρου Ταυρ̣εῶνος. |
| ἔδοξε τῶι δήμωι· γνώμη πρυτάν̣εων καὶ τῶν ᾑρημένων̣ ἐ̣πὶ τῆι φυλακῆι | |
| καὶ τῶν ἀποδειχθέντων συνέδρων Μι̣[νν]ίωνος τοῦ Λεωδάμαντος, Ἀντικράτου | |
| τοῦ Πυθωνύμου, Π̣ρωταγόρου τοῦ Ἡγελόχ̣ο̣υ̣, Θεογέ̣[ν]ου τοῦ Λεωδάμαν̣τος, Μενε- | |
| 5 | κράτου τοῦ Ἀντιφάνου, Ἀρτεμιδώρου τοῦ Δημητρίου, Θεοκυ̣λίδου τοῦ Καλλιτέλου, |
| Ἀσκληπιοδώρου τοῦ Κυδίμου, Πυθίωνος τοῦ Ποσειδ̣ω̣νίου, Εἰρηνίου τοῦ Εἰρηνίου· οἱ πρυ- | |
| τάνεις καὶ οἱ εἱρη̣μένοι ἐπὶ τῆι φυλακῆι καὶ οἱ αἱρε̣θ̣έ̣ν̣τ̣ε̣ς̣ σύνεδροι Μιν̣ν̣ί̣ων Λεωδάμαντος, | |
| Ἀντικράτης Πυθωνύμου, Πρωταγόρας Ἡγελόχου, Θε[ο]γέ̣ν̣ης Λεωδά̣μ̣α̣ν̣τος, Μενεκρά- | |
| της Ἀντιφάνου, Ἀρτεμίδωρος Δημητρ̣ί̣ου, Θευκυλίδης Καλλιτέλου, Ἀσκληπιόδωρος | |
| 10 | Κυδίμου, Πυθίων Ποσειδωνίου, Εἰρηνίας Εἰρηνίου εἶπαν· vacat ἐπειδὴ Ἡρακλεῶται φίλοι κα̣ὶ ἀσ- |
| τυγείτονες τῆς πόλε<ως> ὑπάρχοντες ψήφισμα καὶ πρεσβευτὰς ἀποστείλαντες ἠξίωσ̣αν̣ | |
| τὸν δῆμον συνθέσθαι πρὸς αὑτοὺς ὑπὲρ τῆς ἰσοπολιτείας καὶ τῶν ἄλλων φιλαν- | |
| θρώπων, καὶ οἱ πεμφθέντε̣ς̣ ὑ̣π̣’ αὐτῶν Θ̣ε̣ό̣δωρος Α̣ἰ̣νέου, Ἀρ̣χέδημος, Δελφίνου, Μαί- | |
| ων Ὑψικλείους ἐπελθόντες ἐπί τε τοὺς ἄρχοντας καὶ τὴν βουλὴν καὶ τὴν ἐκκλησίαν | |
| 15 | ἐξέθεντο τὰ κατὰ μέρος, ἐφ’ οἷς̣ ἠ̣ξ̣ίουν τὴ̣ν σύνθεσιν, τ̣ο̣ῦ̣ τ̣ε̣ δ[ή]μου ποιησαμέ̣ν̣ου τὴν ὑ- |
| πὲρ τούτων ἀναφορὰν ἐπὶ τὸ μαντεῖον τὸ ἐν Διδύμοις ὁ [θ]εὸς χρησμὸν ἐξή̣ν̣εικ̣εν ἀπο- | |
| φαινόμενος ἄμεινον ἡμῖν ἔσεσθαι συνθεμένοις πρὸς Ἡρακλεώτας, vacat δεδόχθαι Μιλησί- | |
| οις· ὅπως ἕκαστα συντελεσθ̣ῆ̣ι μετὰ τῆς τῶν θεῶν εὐμενείας συμφερόντως ἀμφοτέ- | |
| ραις ταῖς πόλεσιν καθηγουμένης τῆς τοῦ Ἀπόλλωνος συμβουλίας, τὸμ μὲν προφή- | |
| 20 | την μετὰ τοῦ ταμίου τοῦ πα[ρεδ]ρ̣εύοντος ἐν̣ τῶι ἱερῶι θυσίας ποιήσασθαι καὶ προσόδους |
| ἱερῶν τῶι τε Ἀπόλλωνι τῶι Διδυμεῖ καὶ Ἀρτέμιδι καὶ Λητοῖ καὶ Ἀθηνᾷ καὶ τῶι Διῒ τῶι | |
| Σωτῆρι, ὁμοίως δὲ καὶ τὸν στεφανηφόρον μετὰ τῶν προσεταίρων τῶι Ἀπόλλωνι τῶι Δελφι- | |
| νίωι, τοὺς δὲ πρυτάνεις καὶ τοὺς ᾑρημένους ἐπὶ τῆι φυλακῆι μετὰ τοῦ ἱέρεω καὶ τοῦ ἱεροκήρυκος | |
| τῆι Ἑστίαι τῆι Βουλαίαι ἐπευχομένους συνενεικεῖν τὰ δεδογμένα τῶι τε δήμωι τῶι Μιλησίων καὶ | |
| 25 | τῶι Ἡρακλεωτῶν· συνκεῖσθαι δὲ πρὸς Ἡρακλεώτας συνθήκην τήνδε· ἀγαθῆι τύχηι· ἐπὶ στεφανη- |
| φόρου ἐν μὲν Μιλήτωι Μενάνδρου τοῦ Μαίωνος μηνὸς Ταυρεῶνος, ἐν Ἡρακλείαι δὲ ἐπὶ τοῦ θεοῦ̣ | |
| τοῦ τεσσερεσκαιδεκάτου τοῦ μετὰ Δημήτριον μηνὸς Γαμηλιῶνος τάδε συνέθεντο καὶ ὡμο- | |
| λ̣όγησαν Μιλήσ[ιο]ι καὶ Ἡρακλεῶται συνγραψαμένων μὲν ὑπὲρ Μιλησίων τῶν τε πρυτάνεων καὶ τῶν | |
| ᾑρημένων ἐπὶ τῆι φυλακῆι καὶ τῶν ἀποδειχθέντων συνέδρων Μιννίωνος τοῦ Λεωδάμαντος, | |
| 30 | Ἀντικράτου τοῦ Πυθωνύμου, Πρωταγόρου τοῦ Ἡγελόχου, Θεογένου τοῦ Λεωδάμαντος, Μενεκρά- |
| του τοῦ Ἀντιφάνου, Ἀρτεμιδώρου τοῦ Δημητρίου, Θευκυλίδου τοῦ Καλλιτέλου, Ἀσκληπιοδώρου | |
| τοῦ Κυδίμου, Πυθίωνος τοῦ Ποσειδωνίου̣, Εἰρηνίου τοῦ Εἰρηνίου, ὑπὲρ δὲ Ἡρακλεωτῶν τῶν ἀ- | |
| ποσταλέντων Θε<οδ>ώρου τοῦ Αἰνέου, Ἀρχεδήμου τοῦ Δελφίνου, Μαίωνος τοῦ Ὑψικλ<εί>ους· | |
| εἶναι πολίτας Μιλησίους Ἡρακλεωτῶν καὶ Ἡρακλεώτας Μιλησίων, ὑπάρχειν δὲ αὐτοῖς εἰς ἅ- | |
| 35 | παντα τὸν χρόνον τὸν αὐτὸν ἐχθρὸν καὶ φίλον, μηθὲν ὑπεναντίον πρασσόντων τῶν δή- |
| μων τῆι πρὸς Ῥοδίους συμμαχίαι. εἶναι δὲ καὶ ἀμνηστίαν ὡς ἑκατέροις τῶν προγεγενημέ̣- | |
| νων ἐγκλημάτων κατὰ πόλεμον καὶ ἰδίαι καὶ δημοσίαι, πλὴν εἰ περί τινων ἐγκλημάτων̣ | |
| δίκαι ὑπάρχουσιν γεγραμμέναι ἢ δικαστήριον κατέγνωκ̣ε̣ν̣ καὶ εἰ κατά τινων ἀπαγωγαὶ | |
| γεγόνασιν ὑπὸ ἀρχόντων ἐπὶ δημοσίοις ἀδικήμασιν. ἐὰν δέ τις ἴῃ πολέμιος ἐπὶ πό- | |
| 40 | λιν ἢ χώραν ἢ φρούρια τὰ Μιλησίων ἢ τὰς προσόδους αὐτῶν καταλύῃ τὰς Μιλησίων, βοηθεῖν̣ |
| Ἡρακλεώτας Μιλησίοις παντὶ σθένει· κατὰ ταὐτὰ δὲ καὶ ἐάν τις ἴῃ πολέμιος ἐπὶ τὴν Ἡρακλεω- | |
| τῶν πόλιν ἢ χώραν ἢ φρούρια ἢ τὰς προσόδους αὐτῶν καταλύῃ, βοηθεῖν Μιλησίους Ἡρακλε̣- | |
| ώταις παντὶ σθένει. vacat τοὺς δὲ βουλομένους Ἡρακλεωτῶν μετέχειν τῆς ἐμ Μιλήτωι πολ[ι]- | |
| τείας καὶ ἱερῶν καὶ ἀρχείων καὶ τῶν λοιπῶν, ὧν καὶ τοῖς ἄλλοις μέτεστι Μιλησί{ων}οις {²⁶Μιλησίοις}²⁶, ἀπο- | |
| 45 | γράφεσθαι ἀν’ ἕκαστον ἔτος πρός τε τοὺς πρυτάνεις καὶ τοὺς ᾑρημένους ἐπὶ τῆι φυλα- |
| κῆι τά τε αὑτῶν ὀνόματα καὶ ἧς ἂν ὦσιν φυλῆς καί, εἴ τισιν ὑπάρχουσιν γυναῖκες καὶ τέκνα, | |
| καὶ τὰ τούτων ὁμοίως ὀνόματα, ποιουμένους τὴν ἀπογραφὴν ἐν τῶι μηνὶ τῶι Ἀνθεστη- | |
| ριῶνι. γίνεσθαι δὲ αὐτῶν καὶ τὴν ἐπικλήρωσιν ἐν τῶι αὐτῶι μηνὶ ὑπό τε τῶν πρυτάνεω̣[ν] | |
| καὶ τῶν ᾑρημένων ἐπὶ τῆι φυλακῆι, ἐπικληρουμέμων αὐτῶν πρὸς μέρος ἐφ’ ἑκάστην̣ | |
| 50 | φυλήν· εἶναι δὲ αὐτοῖς τῶν μὲν λοιπῶν πάντων παραχρῆμα τὴν μετουσίαν, φρο[υ]- |
| ραρχίας δὲ καὶ φυλακῆς τῆς κατὰ πόλιν καὶ φρουρικῆς μετεῖναι αὐτοῖς διελθόντων | |
| ἐτῶν δέκα, ἀφ’ οὗ ἂν ἕκαστοι ἐπικληρωθῶσιν· τὰ δὲ ἄλλα τὰ περὶ τὸν κλῆρον τὸν ἐν ἀρχαιρεσ[ί]- | |
| αις ὑπάρχειν κατὰ τὸν βουλευτικὸν νόμον. εἶναι δὲ καὶ Μιλησίων τοῖς βουλομένοις ἐν Ἡ- | |
| ρακλείαι πολιτεύεσθαι τὴν ἀπογραφὴν ποιησαμένοις πρὸς τοὺς ἐν Ἡρακλείᾳ πρυτάνεις ἐμ μη̣- | |
| 55 | νὶ Θεσμοφοριῶνι· ἀπογραφέσθωσαν δὲ καὶ οὗτοι καὶ ἧς ἂν ὦσιν φυλῆς· ὅσοις δ’ ἂν ὑπάρχωσιν |
| γυναῖκες καὶ τέκνα, ἀπογράφειν αὐτοὺς καὶ τὰ τούτων ὀνόματα, τοὺς δὲ πρυτάνεις ποιεῖσ- | |
| θαι αὐτῶν τὴν ἐπικλήρωσιν ὁμοίως ἐν τῶι αὐτῶι μηνί. εἰ δέ τινες Ἡρακλεωτῶν μὴ ὠικήκασιν | |
| μήτε ἐν τῆι ἑαυτῶν πατρίδι μήτε ἐμ Μιλήτωι ἕως μηνὸς Ἀρτεμισιῶνος τοῦ ἐπὶ τοῦ θεοῦ τοῦ̣ | |
| μ̣ε̣τὰ Φιλίδαν, μὴ εἶναι αὐτοῖς προσγραφῆναι πρὸς τὸ πολίτευμα τὸ Μιλησίων, ἐὰν μὴ πρότε- | |
| 60 | ρον οἰκήσ<ωσ>ιν Ἡράκλε<ι>αν ἢ μετοικήσωσιν ἐμ Μιλήτῳ ἔτη πέντε. vacat ὁμοίως δὲ καὶ εἴ τινες Μιλησίων̣ |
| μὴ ὠικήκασιν μήτε ἐν τῆι ἑαυτῶν πατρίδι μήτε ἐν Ἡρακλείαι ἕως τοῦ προειρημένου χρόνου, μὴ̣ | |
| εἶναι προσγραφῆναι τούτοις ἐν Ἡρακλείαι, ἐὰν μὴ πρότερον οἰκήσωσιν ἐν Μιλήτωι ἢ ἐν Ἡρα- | |
| κλείαι ἔτη πέντε. καὶ ἐάν τινες ὕστερον πολιτογραφηθῶσιν ἐμ Μιλήτωι ἢ ἐν Ἡρακλείαι, τούτοι[ς] | |
| μετεῖναι τῆς παρ’ ἑκατέροις πολιτείας οἰκήσασιν πρότερον ἐν ἧι ἂν π[όλ]ε̣ι προσγραφῶσιν | |
| 65 | ἔτη{ι} δέκα. vacat ἐὰν δέ τινες παρὰ τήνδε συνθήκην μετέχωσι τῆς πολιτείας, εἶναι αὐτοὺς ὑπε[υ]- |
| θύνους ἐμ Μιλήτωι μὲν τῆι τῆς ξενίας δίκη καὶ τῆι ἐν μολποῖς ἐνστάσει, ἐν Ἡρακλείαι δὲ τῆι | |
| τῆς ξενίας δίκηι. vacat ἐὰν δέ τις Μιλησίων ἢ τῶν κατοικούντων ἐμ Μιλήτωι βούληται διὰ | |
| πόλεμον ἀποσκευάζεσθαί τι τῶν ἰδίων ἢ μεθιστάνειν εἰς τὴν Ἡρακλεωτῶν πόλιν ἢ χώ- | |
| ραν ἢ διάγειν διὰ τῆς πόλεως ἢ τῆς χώρας τῆς Ἡρακλεωτῶν, εἶναι αὐτὸν ἀτελῆ πάντων | |
| 70 | τῶν προειρημένων. ὁμοίως δὲ καί, ἐάν τις Ἡρακλεωτῶν̣ ἢ τῶν κατοικούντων ἐν Ἡρακλείαι |
| προαιρῆται διὰ πόλεμον ἀποσκευάζεσθαί τι τῶν ἰδίων ἢ μεθιστάνειν εἰς τὴν πόλιν τὴν Μιλη- | |
| σίων ἢ χώραν ἢ διάγειν διὰ τῆς πόλεως ἢ τῆς χώρας τῆς Μιλησίων, εἶναι αὐτὸν ἀτελῆ. vacat κατὰ | |
| ταὐτὰ καὶ ἐάν τινες τῶν ἐκτημένων ἐν τῆι Μιλησίων χώραι ἢ γεωργούντων διάγωσιν κτήνη̣ | |
| ἐκ̣ τῆς Μιλησίων χώρας εἰς τὴν Μιλησίαν διὰ τῆς Ἡρακ̣λεωτῶν χώρας ἢ πόλεως, ὡς μὲν Μι- | |
| 75 | λήσιοι ἄγουσιν, ἀπὸ στεφανηφόρου Μενάνδρου καὶ μηνὸς Μεταγειτνιῶνος, ὡς δὲ Ἡρακλε- |
| ῶται ἄγουσιν, ἀπὸ στεφανηφόρου τοῦ μετὰ θεὸν τεσσερεσκαιδέκατον τὸν μετὰ Δημήτρι̣- | |
| ον, εἶναι αυτοὺς ἀτελεῖς πιστωσαμένους ὅρκωι, διότι ἐπὶ κτήσει ποιοῦνται τὴν διαγωγή[ν]. | |
| περὶ δὲ τοῦ μέρους τῆς χώρας τῆς ὀρεινῆς τῆς ἀμφισβητουμένης, ἣν Μιλήσιοι μὲν ἀποφαίνο[υ]- | |
| σιν εἶναι τῆς Μυησίας ἱερὰν ὑπάρχουσαν τοῦ Ἀπόλλωνος τοῦ Τερβινθέως, καὶ ἣν εἶναί φασιν | |
| 80 | τῆς Τηΐας καὶ τῶν κεκτημένων ἐγ Κυσσήλει,Ἡρακλεῶται δὲ τῆς Κισαρίδος καὶ τῆς πρὸς |
| τῶι Κυκλωπείωι καὶ τῆς δημοσίας καὶ ἱερᾶς, vacat ὁμοίως δὲ καὶ περὶ τοῦ τόπου ἐν ὧι τὸ {τε} | |
| πλινθούλκιόν ἐστιν, καὶ τοῦ συνεχοῦς τούτωι τόπου, ὃμ Μιλήσιοι μὲν ἀποφαίνουσιν τῆς | |
| Ἰωνοπολίτιδος, Ἡρακλεῶται δὲ τῆς ἑαυτῶν, συναινέσαι Μιλησίους καὶ Ἡρακλεώτας πό- | |
| <λ>ιν ἐλευθέραν καὶ δημοκρατουμένην, ἐξ ἧς λήψονται δικαστάς, ὅσους ἂν κοινῆ<ι> φαίνη- | |
| 85 | ται, οἵτινες ἐπὶ τοὺς τόπους παραγενόμενοι ποιήσονται τὴν ὑπὲρ τῶν ἀμφισβη- |
| τουμένων κρίσιν, ἑκάτερον ἐν τῶι ἐνιαυτῶι τῶι μετὰ στεφανηφόρον Μένανδρον. εἰ δὲ | |
| τινά ἐστιν ἐν τοῖς τόποις τούτοις ἐγκάρπια, μεσειδιωθήτω ἕως κρίσεως. ὅσα δ’ ἂν οἰκ[η]- | |
| τικὰ σώματα ἀποδράντα ἐκ Μιλήτου εἰς Ἡράκλειαν ἢ ἐξ Ἡρακλεία̣ς̣ εἰς Μίλητον ἀναχθῆ[ι] | |
| πρὸς τοὺς ἐν ἑκατέραι τῶν πόλεων ὁροφύλακας ἀπὸ τοῦ ἐνιαυτοῦ τοῦ μετὰ στεφα- | |
| 90 | νηφόρον Μένανδρον, τοὺς μὲν ἐμ Μιλήτωι τὴν ὠνὴν ἔχοντας τοῦ τέλους ἐμφανίζειν |
| περὶ τῶν ἀνηγμένων σωμάτων τοῖς πρυτάνεσι κα<ὶ> τοῖς εἰρημένοις ἐπὶ τῆι φυλακῆι ἐν ἡ- | |
| μέραις δέκα, ἀφ’ ἧς ἂν ἕκαστον ἀναχθῆι, τοὺς δὲ πέμπειν γράμματα πρὸς τοὺς ἐν Ἡρα- | |
| κλείαι προστάταις διασαφοῦντας τὰ κατὰ μέρος, τοὺς δὲ ἐν Ἡρακλείαι τὸ ὁροφυλακι- | |
| κὸν τέλος ἔχοντας δηλοῦν περὶ τούτων τοῖς προστάταις ἐν τῶι ἰδίωι χρόνωι, τοὺς | |
| 95 | δὲ γράφειν ὁμοίως ἐπιστολὴν εἰς Μίλητον πρὸς τοὺς πρυτάνεις καὶ τοὺς ᾑρημένους ἐπ[ὶ] |
| τῆι φυλακῆι. τοῖς δὲ κυρίοις τῶν ἀνδραπόδων τῶν ἐξ ἑκατέρας πόλεως εἶναι τὴν κο- | |
| μιδὴν ἀποδοῦσιν τοῖς ὁροφύλαξιν ἀναγώγιον μὲν τοῦ σώματος δραχμὰς Ῥοδίας πα̣- | |
| λαιὰς δεκαδύο, τροφῆς δὲ ὀβολὸν ἡμέρας ἑκάστης ἔσχατον ἐν μησὶν τεσσεράσιν, ἀφ’ οὗ ἂν | |
| ἡ ἐπιστολὴ γραφῇ πρὸς τοὺς ἄρχοντας. εἰ δὲ μή, πρόσθετα εἶναι τοῖς ὁροφύλαξιν. ποι- | |
| 100 | ήσασθαι δὲ καὶ τοὺς ἀνατάκτας τοὺς ἐμ Μιλήτωι τὴν πρᾶσιν τοῦ τέλους τῆς πορθμί- |
| δος τῆς εἰς τὸν Ἰωνοπολιτικὸν κόλπον, ἐφ’ ὧι οἱ πριάμενοι τὴν ὠνὴν τὴν εἰς τὸν ἐνιαυτὸν | |
| τὸν μετὰ στεφανηφόρον Μένανδρον πράξουσιν Ἡρακλεωτῶν καὶ τῶν κατοικούντων | |
| παρ’ αὐτοῖς καὶ τῶν οἰκετῶν τοὺς διαπλέοντας ἐξ Ἰωνίας πόλεως εἰς Μίλητον ἢ ἐκ Μιλή- | |
| του εἰς Ἰωνίαν πόλιν, ὅσον καὶ Μιλήσιοι διδόασιν. ὁμοίως δὲ καὶ οἱ πορθμεῖς λήψονται, ὅσον | |
| 105 | καὶ παρὰ Μιλησίων λαμβάνουσιν. ὅπως δὲ ἕκαστα πραχθῇ συμφερόντως ἀμφοτέ- |
| ραις ταῖς πόλεσιν, ἑλέσθω μὲν ὁ δῆμος ὁ Μιλησίων ἄνδρας τρεῖς μετὰ τὸ κυρωθῆναι τὸ | |
| ψήφισμα καὶ τὴν συνθήκην, οἱ δὲ ἀποδειχθέντες ὁρκισάτωσαν μετὰ τοῦ ἱεροκήρυκος | |
| τοὺς πρεσβευτὰς τοὺς ἥκο<ν>τας παρὰ Ἡρακλεωτῶν καὶ εἰς Ἡράκλειαν παραγενόμενοι | |
| τὸν δῆμον· ὁ δὲ ὅρκος ἔστω ὅδε· vacat ἐμμενῶ τοῖς ὡμολογημένοις εἰς τὸν ἀεὶ χρόνον καὶ | |
| 110 | οὐ παραβήσομαι τέχνῃ οὐδεμιᾶι οὐδὲ μηχανῆι οὐδὲ ἄλλωι παραβαίνοντι τὴν συνθήκην̣ |
| ἐπιτρέψ<ω> καὶ ἐάν τινα ἄλλον πυνθάνωμαι παραβαίνοντα τὰς ὁμολογίας, οὐκ ἐπιτρέψω | |
| κατὰ δύναμιν τὴν ἐμήν, ἀλλὰ δηλώσω τῆι βουλῇ καὶ τῶι δήμωι ταῦτα ἀληθῆ, νὴ τὸ[ν] | |
| Ἀπόλλωνα τὸν Διδυμέ<α> καὶ τὴν Ἑστίαν τὴν Βουλαίαν καὶ τὸν Δία καὶ τὴν Ἀθηνᾶν καὶ | |
| τοὺς ἄλλους θεούς. καί μοι εὐορκοῦντι μὲν εὖ εἴη, εἰ δ’ ἐφιορκοίην, ἐξώλης εἴην καὶ αὐτὸς̣ | |
| 115 | καὶ τἀμά. vacat οἱ δὲ Ἡρακλεωτῶν πρεσβευταὶ ὁρκισάτωσαν τούς τε πρυτάνεις καὶ |
| τοὺς ᾑρημένους ἐπὶ τῆι φυλακῆι καὶ τοὺς συνέδρους τοὺς μετὰ τούτων συνγρα̣- | |
| ψαμένους τὴν συνθήκην καὶ τὸν δῆμον τὸν Μιλησίων τὸν προειρημένον ὅρκον. τὰ δὲ | |
| συνγεγραμμένα περὶ τούτων ἀναγράψαι ἑκάτερον τῶν δήμων εἰστήλην λιθίνην κα̣[ὶ] | |
| ἀναθεῖναι Μιλησίους μὲν ἐν τῶι ἱερῶι τοῦ Ἀπόλλωνος τοῦ Δελφινίου, Ἡρακλεώτας δὲ ἐν | |
| 120 | τῶι ἱερῶι τῆς Ἀθηνᾶς. ἐὰν δέ τι κοινῆ<ι> φαίνηται ταῖς πόλεσιν διορθοῦσθαι τῆσδε τῆς |
| συνθήκης, ἐξεῖναι αὐταῖς ποιεῖσθαι τὴν διόρθωσιν διαπρεσβευσαμένων τῶν δήμων | |
| πρὸς ἑαυτούς. vacat ὁπότεροι δ’ ἂν μὴ ἐμμείνωσιν τοῖς ἐν τῆι συνθήκη̣ι κατακεχωρισμέ- | |
| νοις, ἄδικοί τε ἔστωσαν τῶν θεῶν, οὓς ὤμοσαν, καὶ ἀποτεισάτωσαν οἱ μὴ ἐμμείναντες | |
| τοῖς ἐμμείνασιν τάλαντα πεντήκοντα. vacat ᾑρέθησαν δὲ καὶ ἄνδρες οἱ ὁρκιοῦντες | |
| 125 | τοὺς πρεσβευτὰς τοὺς παρὰ Ἡρακλεωτῶν καὶ Ἡρακλεώτας Αὐτοκλῆς |
| Ποσειδωνίου, Θεογένης Λεωδάμαντος, Πασικλῆς Φιλίδου. |