Decree of boule and demos establishing isopolity with
Mylasa; 209/8*** BC: *Milet I 3, 146A (PH); Staatsverträge III
539I; IMylasa II T51.A.
[ ]
Milet I 3, 146A
1 | ἔδοξε τῆι βουλῆι καὶ τῶι δήμωι· γνώμη ἐπιστατῶν· Ἀρχέ- |
λας Βίωνος εἶπεν· ἐπειδὴ Μυλασεῖς φίλοι καὶ οἰκεῖοι τῆς πόλε- | |
ως ὑπάρχοντες ψήφισμα καὶ πρεσβευτὰς ἀπεστάλκασι | |
Διονύσιον Ἰάσονος τοῦ Διονυσίου, Ἀπολλώνιον Ἱερ̣οκλείους, | |
5 | Ἀμύντορα Ἀρηϊφίλου, οἳ ἐπελθόντες ἐπί τε τὴμ βουλὴν καὶ τὴν |
ἐκκλησίαν ἀνενεώσαντο τήν τε διὰ προγόνων ὑπάρχουσαν | |
οἰκειότητα καὶ φιλίαν ταῖς πόλεσι μετὰ πάσης σπουδῆς καὶ | |
φιλοτιμίας ποιησάμενοι τοὺς λόγους, διελέγησαν δὲ καὶ πε- | |
ρὶ τῆς εὐνοίας τοῦ δήμου καὶ τῶν ἄλλων φιλανθρώπων τῶν̣ | |
10 | ὑ̣παρχόντων ἀξίως τῶμ πόλεων ἀμφοτέρων, συνετέλεσα̣ν̣ |
[δ]ὲ καὶ τὰ λοιπὰ ἀκολούθως τοῖς ἐν τῶι ψηφίσματι γεγραμμέ- | |
[ν]ο̣ις, βουλόμενός τε ὁ δῆμος ο Μυλασέων ἐπὶ πλέον αὔξεσθαι | |
[τὰ] παρ’ ἑκατέρων φιλάνθρωπα πεποίηται μετάδοσιν πᾶσι | |
[Μι]λησίοις πολιτείας τε καὶ τῶν ἄλλων τῶν ὑπαρχόντων̣ | |
15 | παρ’ αὐτοῖς τιμίων· ἐψηφίσατο δὲ καί, ὅπως ὁ δῆμος καλῆται̣ |
παρ’ αὐτοῖς εἰς προεδρίαν ἐν ἅπασι τοῖς ἀγῶσι, οἷς συντελοῦ- | |
σιν· ἵνα δὲ καὶ διαμνημονεύηται τὸν ἀεὶ χρόνον καὶ τηρῆ- | |
ται τὰ δεδογμένα, συνέταξαν τὰ περὶ τούτων ἐψηφισμένα ἀ- | |
ναγράψαι ἐν τοῖς ἑαυτῶν ἱεροῖς τῶι τε τοῦ Διὸς τοῦ Ὀσογῶ καὶ τοῦ Διὸς | |
20 | τοῦ Λαβραύνδου· συνετέλεσαν δὲ καὶ εὐχὰς καὶ θυσίας |
τοῖς τε προειρημένοις θεοῖς καὶ τῆι Ἑστίαι καὶ Ἀπόλλωνι Δι- | |
δυμεῖ· ὅπως οὖν καὶ ὁ δῆμος φαίνηται καταρχομένων Μυλα- | |
σέων εἰς πάντα τὰ φιλάνθρωπα μὴ λειπόμενος ἐγ χάρι- | |
τος ἀποδόσει, δεδόχθαι Μιλησίοις· δεδόσθαι Μυλασεῦ- | |
25 | σι πολιτείαν τοῖς νέμουσι πατρίδα καὶ πόλιμ Μύλασα ἕως εἰς |
στεφανηφόρον Ἀσκληπιάδην καὶ μῆνα Ἀρτεμισιῶνα. εἰ δέ τι- | |
νες κατὰ δόγμα τοῦ δήμου πολῖται γεγένηνται, μὴ ἔνεμον δὲ | |
τὴμ Μυλασέωμ πόλιν, <ἢ> ἐάν τισιμ μετὰ ταῦτα δοθῇ παρ’ αὐτοῖς | |
πολιτεία, <ὑπάρχειν τούτοις καὶ τὴν παρ’ ἡμῖν πολιτείαν> νείμασι πρότερον πατρίδα καὶ πόλιμ Μύλασα ἔτη δέ- | |
30 | κ̣α ἀπὸ τῆς πρὸς τὸ πολίτευμα προσγραφῆς. ὁπόσοι δ’ ἂν αὐτῶ̣[ν] |
αἱρῶνται μεθ’ ἡμῶν συμπολιτεύεσθαι καὶ μετέχειν ἱερῶν κ[αὶ] | |
ἀρχείων καὶ τῶν λοιπῶν ἁπάντων, ὧγ καὶ τοῖς ἄλλοις Μιλη- | |
σίοις μέτεστι, ποιείσθωσαν τὴν ἀπογραφὴν ἐπὶ τὸ τῆς βουλῆς | |
ἀρχεῖον ἀν’ ἕκαστον ἔτος ἕως τῆς εἰκάδος τοῦ Ἀνθεστηριῶ̣- | |
35 | νος μηνὸς πατρόθεν καὶ ἧς ἂν ὦσι φυλῆς. ὁ δὲ γραμματεὺς εἰσαγ- |
γελλέτω εἰς τὴμ πρώτην ἐκκλησίαμ μετὰ τὴν ἀπογραφήν· οἱ δὲ | |
πρυτάνεις ἐπικληρούτωσαν αὐτοὺς ἐφ’ ἃς ἂν ὁ δῆμος ἀποδείξη[ι] | |
φυλάς. τοὺς δὲ προσιόντας πρὸς τὴμ πολιτείαν τῶμ μὲν ἄλλων | |
παραχρῆμα μετέχειν ἁπάντων, φυλακὴν δὲ καὶ φρουραρχίαν συγ- | |
40 | κληροῦσθαι διελθόντων ἐτῶν δέκα ἀφ̣’ ἑκάστης ἐπικληρώσεως· |
ἐὰν δέ τις πολιτεύηται παρὰ τόδε τὸ ψήφισμα, εἶναι αὐτὸν ὑπεύ- | |
θυνον τῆι τε ἐμ μολποῖς ἐστάσει καὶ τῆι δίκηι τῆς ξενίας κατὰ τὸ[ν] | |
νόμον· ἵνα δὲ τὰ δόξαντ̣α τῶι δήμωι περὶ τῆς εἰς Μυλασεῖς φιλαν- | |
θρωπίας διαμνημονεύ̣ηται εἰς τὸν ἀεὶ χρόνον, ἀναγράψαι τοῦτό̣ | |
45 | τε τὸ ψήφ̣ισμα καὶ τὸ παρὰ Μυλασέων εἰστήλην λιθίνην καὶ ἀναθεῖ- |
ναι εἰς τὸ ἱερὸν τοῦ Ἀπ̣ό̣λ̣λ̣ωνος τοῦ Δελφινίου. τῆς δὲ κατασκευῆς | |
τῆς στήλης καὶ τῆς ἀναγραφῆς τῶμ ψηφισμάτων ἐπιμεληθῆναι | |
τοὺς τειχοποιοὺς μετὰ τοῦ ἀρχιτέκτονος· εἰς δὲ ταῦτα ὑπηρετῆσαι̣ | |
τοὺς ἐπὶ τῆς δημοσίας τραπέζης ἀπὸ τῶν εἰς τὰ τειχοποιικὰ ἐξειρη̣- | |
50 | μένων· ὅπως δὲ ἕκαστα γίνηται μετὰ τῆς τῶν θεῶν εὐμενείας, τὸμ |
μὲν προφήτην καὶ τὸν ταμίαν τὸμ παρ̣εδρεύοντα ἐν τῶι ἱερῶι θυσίας̣ | |
καὶ προσόδους ἱερῶν ποιήσασθαι τ̣ὰς νομιζομένας τῶι Ἀπόλλωνι τῶ̣[ι] | |
Διδυμεῖ, τὸν δὲ στεφανηφόρομ μετὰ τῶμ προσεταίρων τῶι Ἀπόλλωνι | |
τῶι Δελφινίωι ἐπευχομένους συνενεγκεῖν τὰ ἐψηφισμένα ταῖς πόλε- | |
55 | σιν ἀμφοτέραις· τοὺς δὲ πρεσβευτὰς καλέσαι εἰς τὸ πρυτανεῖον· ἀπο- |
στεῖλαι δὲ αὐτοῖς καὶ ξένια τὰ ἐκ τοῦ νόμου· τὸ δὲ γινόμενον εἰς ταῦτα ἀ- | |
νάλωμα ὑπηρετῆσαι τὸν ταμίαν ἀπὸ τῶν εἰς τὰ κατὰ ψηφίσματα ἐξει- | |
ρημένων. ἔδοξε τῶι δήμωι εἰς λεύκωμα ἀναγράψαι τὸ ψήφισμα. |