Decree praising Seleukeia (=Tralles) and granting it isopolity; 212***/211*** BC: *Milet I 3, 143A (PH); Staatsverträge III 537I; SEG 37, 982.  
[ ] Milet I 3, 143A
0 {²Several lines at beginning missing.}²
[․․․․․․․․c.20․․․․․․․․ ἐμφανίζο]ν̣τες π̣[ερὶ τῶν πρότερον ὑπαρ]-
[χόντων ταῖς πόλεσιν ἀμφοτέραις] πρὸς αὑτὰς φιλανθ̣ρ̣[ώπων, καὶ]
[νῦν? Σελευκεῖς διὰ προγόνων ο]ἰκ̣είως χρώμενοι τῶ̣ι δήμ̣[ωι τῶι]
[Μιλησίων διὰ τὴν ἀπὸ τοῦ θεοῦ] συγγένε̣ι̣α̣ν τετιμήκασι τὸν δῆ̣-
5 [μον καὶ ἀπεστάλκασιν πρεσβε]υ̣τὰς Μηνόδω̣ρον Τιμέου, Ἀντιγένην̣
[․․․․․․․c.18․․․․․․․ Παυσα]νίου, Ἀριστ[έ]α̣ν Παυσανίου, Διονύσιον
[ἐμφανιοῦντας τὴν αἵρεσιν αὐτ]ῶν κατὰ μέρος, ἣν ἔχουσι πρὸς τὸ πλῆθος
[τὸ Μιλησίων, καὶ βουλόμενοι] τ̣ιμᾶν καὶ τὸν Ἀπόλλω τὸν Διδυμῆ, εἰς ὃν ἀναφέ-
[ρουσιν καὶ τὴν ἀρχὴ]ν̣ τῆς πρὸς τὴμ πόλιν συγγενείας, ἐψηφισμένοι
10 [εἰσὶ πέμπειν θε]ω̣ροὺς τοὺς συντελέσοντας καθ’ ἕκαστον ἔτος πομπὴν̣
[καὶ θυσίαν καὶ ἄ]λ̣λας τιμὰς μετὰ πάσης σπουδῆς καὶ φιλοτιμίας·
[ὅπως οὖν] ὁ δῆμος φαίνηται συναντῶν προσηκόντως τοῖς προ-
[σενηνεγ]μ̣ένοις πρός τε τὸ θεῖον εὐσεβῶς καὶ πρὸς τὴμ πόλιν εὐ-
[νοϊκῶς κ]αὶ μεταδιδοὺς αὐτοῖς τῶμ παρ’ αὑτῶι τιμίων, δεδόχθαι Μιλησίοις·
15 [ἐπη]ι̣ν<ῆ>σθαι μὲν Σελευκεῖς αἱρέσεως ἕνεκεν καὶ εἶναι ἐν ἐπιμελείαι
[πα]ρὰ τῆι βουλῆι καὶ τῶι δήμωι, δέχεσθαι δὲ καὶ τὰς ἐψηφισμένας
[ὑ]π’ αὐτῶν τιμὰς μετ’ εὐνοίας, δεδόσθαι δὲ καὶ πολιτείαν Σελευκεῦσι
τοῖς νέμουσι πατρίδα καὶ πόλιν Σελεύκειαν ἕως εἰς στεφανηφόρον
Ἐπικράτην καὶ μῆνα Ταυρεῶνα· εἰ δέ τινες κατὰ δόγμα τοῦ δήμου πολῖται
20 γεγένηνται, μὴ ἔνεμον δὲ τὴν Σελευκείων πόλιν, ἢ ἐάν τισιν μετὰ ταῦτα
δοθῆι παρ’ αὐτοῖς πολιτεία, ὑπάρχειν τούτοις καὶ τὴμ παρ’ ἡμῖν πολιτείαν νεί̣-
μασι πρότερον πατρίδα καὶ π̣όλιν Σελεύκειαν ἔτη δέκα ἀπὸ τῆς πρὸς τὸ
πολίτευμα προσγραφῆς.  ὁπόσοι δ’ ἂν αὐτῶν αἱρῶνται μεθ’ ἡμῶν συμπολιτεύεσ-
θαι καὶ μετέχειν ἱερῶν καὶ ἀρχείων καὶ τῶν λοιπῶν ἁπάντων, ὧγ καὶ τοῖς ἄλλοις
25 μέτεστι Μιλησίοις, ποιείσθωσαν τὴν ἀπογραφὴν ἐπὶ τὸ τῆς βουλῆς ἀρχεῖον ἀν’ ἕ-
καστον ἔτος ἕως τῆς εἰκάδος τοῦ μηνὸς τοῦ Ἀνθεστηριῶνος πατρόθεν κ[αὶ]
ἧς ἂν ὦσι φυλῆς· ὁ δὲ γραμματεὺς εἰσαγγελλέτω εἰς τὴμ πρώτην ἐκλησίαν μετὰ
τὴν ἀπογραφήν· οἱ δὲ πρυτάνεις ἐπικληρούτωσαν αὐτούς, ἐφ’ ἃς ἂν ὁ δῆμος
ἀποδείξηι φυλάς.  τοὺς δὲ προσιόντας πρὸς τὴμ πολιτείαν τῶμ μὲν ἄλλων παρα̣-
30 χρῆμα μετέχειν πάντων, φυλακὴν δὲ καὶ φρουραρχίαν συγκληροῦσθαι διελ-
θόντων ἐτῶν δέκα ἀφ’ ἑκάστης ἐπικληρώσεως.  ἐὰν δέ τις πολιτεύηται
παρὰ τόδε τὸ ψήφισμα, εἶναι αὐτὸν ὑπεύθυνον τῆι τε ἐμ μολποῖς ἐνστάσει καὶ
τῆι δίκηι τῆς ξενίας κατὰ τοὺς νόμους.  ἵνα δὲ τὰ δόξαντα τοῖς δήμοις περὶ
τῆς εἰς αὑτοὺς φιλανθρωπίας διαμνημονεύηται εἰς τὸν ἀεὶ χρόνον, ἀναγρά-
35 ψαι τὰ ψηφίσματα εἰς στήλην λιθίνην καὶ ἀναθεῖναι εἰς τὸ ἱερὸν τοῦ Ἀπόλλωνος
τοῦ Δελφινίου.  τῆς δὲ κατασκευῆς τῆς στήλης καὶ τῆς ἀναγραφῆς τῶν ψηφισμά̣-
των ἐπιμεληθῆναι τοὺς τειχοποιοὺς μετὰ τοῦ ἀρχιτέκτονος· εἰς δὲ ταῦτα ὑπη̣-
ρετῆσαι τοὺς ἐπὶ τῆς δημοσίας τραπέζης ἀπὸ τῶν εἰς τὰ τειχοποϊκὰ ἐξειρημ̣[έ]-
νων.  ἵνα δὲ ἕκαστα γίνηται μετὰ τῆς τῶν θεῶν εὐμενείας, τὸμ μὲν προφήτη[ν]
40 καὶ τὸν ταμίαν τὸν παρεδρεύοντα ἐν τῶι ἱερῶι θυσίας καὶ προσόδους ἱερῶν ποι̣-
ήσασθαι τὰς νομιζομένας τῶι Ἀπόλλωνι τῶι Διδυμεῖ, τὸν δὲ στεφανηφόρον μετὰ̣
τῶν προσε̣τ̣αίρων τῶι Ἀπόλλωνι τῶι Δελφι̣νίωι, ἐπευχομένους συνενεγκεῖν τὰ [ἐ]-
ψηφισμένα ταῖς πόλεσιν ἀμφοτέραις.  τοὺς δὲ πρεσβευτὰς καλέσαι εἰς τὸ πρυτανεῖον̣,
ἀποστεῖλαι δὲ αὐτοῖς καὶ ξ̣έ̣ν̣ι̣α̣, τ̣ῆ̣ς̣ [δὲ] ἀ̣π̣ο̣σ̣τ̣ολῆς ἐπιμεληθῆναι τοὺς πρυ-
45 τάνεις καὶ τοὺς ἡιρημένους ἐπὶ τῆι φυλακῆι.  vacat
Search Help