Decree of boule and demos establishing isopolity with
Mylasa; 209/8*** BC: *Milet I 3, 146A (PH); Staatsverträge III
539I; IMylasa II T51.A.
[ ]
Milet I 3, 146A
| 1 | ἔδοξε τῆι βουλῆι καὶ τῶι δήμωι· γνώμη ἐπιστατῶν· Ἀρχέ- |
| λας Βίωνος εἶπεν· ἐπειδὴ Μυλασεῖς φίλοι καὶ οἰκεῖοι τῆς πόλε- | |
| ως ὑπάρχοντες ψήφισμα καὶ πρεσβευτὰς ἀπεστάλκασι | |
| Διονύσιον Ἰάσονος τοῦ Διονυσίου, Ἀπολλώνιον Ἱερ̣οκλείους, | |
| 5 | Ἀμύντορα Ἀρηϊφίλου, οἳ ἐπελθόντες ἐπί τε τὴμ βουλὴν καὶ τὴν |
| ἐκκλησίαν ἀνενεώσαντο τήν τε διὰ προγόνων ὑπάρχουσαν | |
| οἰκειότητα καὶ φιλίαν ταῖς πόλεσι μετὰ πάσης σπουδῆς καὶ | |
| φιλοτιμίας ποιησάμενοι τοὺς λόγους, διελέγησαν δὲ καὶ πε- | |
| ρὶ τῆς εὐνοίας τοῦ δήμου καὶ τῶν ἄλλων φιλανθρώπων τῶν̣ | |
| 10 | ὑ̣παρχόντων ἀξίως τῶμ πόλεων ἀμφοτέρων, συνετέλεσα̣ν̣ |
| [δ]ὲ καὶ τὰ λοιπὰ ἀκολούθως τοῖς ἐν τῶι ψηφίσματι γεγραμμέ- | |
| [ν]ο̣ις, βουλόμενός τε ὁ δῆμος ο Μυλασέων ἐπὶ πλέον αὔξεσθαι | |
| [τὰ] παρ’ ἑκατέρων φιλάνθρωπα πεποίηται μετάδοσιν πᾶσι | |
| [Μι]λησίοις πολιτείας τε καὶ τῶν ἄλλων τῶν ὑπαρχόντων̣ | |
| 15 | παρ’ αὐτοῖς τιμίων· ἐψηφίσατο δὲ καί, ὅπως ὁ δῆμος καλῆται̣ |
| παρ’ αὐτοῖς εἰς προεδρίαν ἐν ἅπασι τοῖς ἀγῶσι, οἷς συντελοῦ- | |
| σιν· ἵνα δὲ καὶ διαμνημονεύηται τὸν ἀεὶ χρόνον καὶ τηρῆ- | |
| ται τὰ δεδογμένα, συνέταξαν τὰ περὶ τούτων ἐψηφισμένα ἀ- | |
| ναγράψαι ἐν τοῖς ἑαυτῶν ἱεροῖς τῶι τε τοῦ Διὸς τοῦ Ὀσογῶ καὶ τοῦ Διὸς | |
| 20 | τοῦ Λαβραύνδου· συνετέλεσαν δὲ καὶ εὐχὰς καὶ θυσίας |
| τοῖς τε προειρημένοις θεοῖς καὶ τῆι Ἑστίαι καὶ Ἀπόλλωνι Δι- | |
| δυμεῖ· ὅπως οὖν καὶ ὁ δῆμος φαίνηται καταρχομένων Μυλα- | |
| σέων εἰς πάντα τὰ φιλάνθρωπα μὴ λειπόμενος ἐγ χάρι- | |
| τος ἀποδόσει, δεδόχθαι Μιλησίοις· δεδόσθαι Μυλασεῦ- | |
| 25 | σι πολιτείαν τοῖς νέμουσι πατρίδα καὶ πόλιμ Μύλασα ἕως εἰς |
| στεφανηφόρον Ἀσκληπιάδην καὶ μῆνα Ἀρτεμισιῶνα. εἰ δέ τι- | |
| νες κατὰ δόγμα τοῦ δήμου πολῖται γεγένηνται, μὴ ἔνεμον δὲ | |
| τὴμ Μυλασέωμ πόλιν, <ἢ> ἐάν τισιμ μετὰ ταῦτα δοθῇ παρ’ αὐτοῖς | |
| πολιτεία, <ὑπάρχειν τούτοις καὶ τὴν παρ’ ἡμῖν πολιτείαν> νείμασι πρότερον πατρίδα καὶ πόλιμ Μύλασα ἔτη δέ- | |
| 30 | κ̣α ἀπὸ τῆς πρὸς τὸ πολίτευμα προσγραφῆς. ὁπόσοι δ’ ἂν αὐτῶ̣[ν] |
| αἱρῶνται μεθ’ ἡμῶν συμπολιτεύεσθαι καὶ μετέχειν ἱερῶν κ[αὶ] | |
| ἀρχείων καὶ τῶν λοιπῶν ἁπάντων, ὧγ καὶ τοῖς ἄλλοις Μιλη- | |
| σίοις μέτεστι, ποιείσθωσαν τὴν ἀπογραφὴν ἐπὶ τὸ τῆς βουλῆς | |
| ἀρχεῖον ἀν’ ἕκαστον ἔτος ἕως τῆς εἰκάδος τοῦ Ἀνθεστηριῶ̣- | |
| 35 | νος μηνὸς πατρόθεν καὶ ἧς ἂν ὦσι φυλῆς. ὁ δὲ γραμματεὺς εἰσαγ- |
| γελλέτω εἰς τὴμ πρώτην ἐκκλησίαμ μετὰ τὴν ἀπογραφήν· οἱ δὲ | |
| πρυτάνεις ἐπικληρούτωσαν αὐτοὺς ἐφ’ ἃς ἂν ὁ δῆμος ἀποδείξη[ι] | |
| φυλάς. τοὺς δὲ προσιόντας πρὸς τὴμ πολιτείαν τῶμ μὲν ἄλλων | |
| παραχρῆμα μετέχειν ἁπάντων, φυλακὴν δὲ καὶ φρουραρχίαν συγ- | |
| 40 | κληροῦσθαι διελθόντων ἐτῶν δέκα ἀφ̣’ ἑκάστης ἐπικληρώσεως· |
| ἐὰν δέ τις πολιτεύηται παρὰ τόδε τὸ ψήφισμα, εἶναι αὐτὸν ὑπεύ- | |
| θυνον τῆι τε ἐμ μολποῖς ἐστάσει καὶ τῆι δίκηι τῆς ξενίας κατὰ τὸ[ν] | |
| νόμον· ἵνα δὲ τὰ δόξαντ̣α τῶι δήμωι περὶ τῆς εἰς Μυλασεῖς φιλαν- | |
| θρωπίας διαμνημονεύ̣ηται εἰς τὸν ἀεὶ χρόνον, ἀναγράψαι τοῦτό̣ | |
| 45 | τε τὸ ψήφ̣ισμα καὶ τὸ παρὰ Μυλασέων εἰστήλην λιθίνην καὶ ἀναθεῖ- |
| ναι εἰς τὸ ἱερὸν τοῦ Ἀπ̣ό̣λ̣λ̣ωνος τοῦ Δελφινίου. τῆς δὲ κατασκευῆς | |
| τῆς στήλης καὶ τῆς ἀναγραφῆς τῶμ ψηφισμάτων ἐπιμεληθῆναι | |
| τοὺς τειχοποιοὺς μετὰ τοῦ ἀρχιτέκτονος· εἰς δὲ ταῦτα ὑπηρετῆσαι̣ | |
| τοὺς ἐπὶ τῆς δημοσίας τραπέζης ἀπὸ τῶν εἰς τὰ τειχοποιικὰ ἐξειρη̣- | |
| 50 | μένων· ὅπως δὲ ἕκαστα γίνηται μετὰ τῆς τῶν θεῶν εὐμενείας, τὸμ |
| μὲν προφήτην καὶ τὸν ταμίαν τὸμ παρ̣εδρεύοντα ἐν τῶι ἱερῶι θυσίας̣ | |
| καὶ προσόδους ἱερῶν ποιήσασθαι τ̣ὰς νομιζομένας τῶι Ἀπόλλωνι τῶ̣[ι] | |
| Διδυμεῖ, τὸν δὲ στεφανηφόρομ μετὰ τῶμ προσεταίρων τῶι Ἀπόλλωνι | |
| τῶι Δελφινίωι ἐπευχομένους συνενεγκεῖν τὰ ἐψηφισμένα ταῖς πόλε- | |
| 55 | σιν ἀμφοτέραις· τοὺς δὲ πρεσβευτὰς καλέσαι εἰς τὸ πρυτανεῖον· ἀπο- |
| στεῖλαι δὲ αὐτοῖς καὶ ξένια τὰ ἐκ τοῦ νόμου· τὸ δὲ γινόμενον εἰς ταῦτα ἀ- | |
| νάλωμα ὑπηρετῆσαι τὸν ταμίαν ἀπὸ τῶν εἰς τὰ κατὰ ψηφίσματα ἐξει- | |
| ρημένων. ἔδοξε τῶι δήμωι εἰς λεύκωμα ἀναγράψαι τὸ ψήφισμα. |