Honorary decree of Leros for Aristonikos; II: Sakkelion, AE I 1862 B’, coll. 260-1, no. 229; *IIsolMil 4 (PH).  
[ ] IIsolMil 4
See also:
0 {²Beginning lost}²
[— ἐπηινῆσθαι Ἀριστό]-
[νικ]ον ἐπὶ τῆι π̣ρὸς τὸν̣ δῆ̣[μον] εὐ̣νοίᾳ καὶ εἶνα[ι]
[αὐ]τὸν ἐν ἐπιμελείαι παρὰ τῶ̣ι δ[ή]μ[ωι], ὑ̣πάρ-
χ̣ειν δὲ αὐτῶι καὶ ἱερῶν μετουσ̣ίαν αὐτῶι
5 καὶ ἐκγόνοις, ὧν καὶ Λερ̣[ί]οις μέτε̣στι· ἵνα δὲ φα̣-
νε̣ρὰ διαμένηι ἥ τε Ἀρ̣ιστονίκου προαί̣[ρ]εσις
καὶ ἡ τοῦ δήμου εὐχ̣α̣ριστία, τὸ ψήφισμα
τόδε ἀναγράψαι εἰς στήλην λιθίνην καὶ
ἀναθε͂ιναι εἰς τὸ ἱε̣ρὸν τῆς Παρθένου· τὸ δὲ̣
10 εἰς ταῦτα ἐσόμενον ἀνάλωμα δοῦναι vacat
τ̣οὺς χρυσονόμους καὶ ἐγγράψασθαι̣ εἰς τὸν
κ̣οινὸν λόγον, τὸν δὲ γραμματέ<α> παραλαβόν-
τ̣α διαφυλάσ<σ>ειν μετὰ τῶν ἄλλων γραμμά-
τ̣ων. vacat
Search Help
Contact Us