[ ]
Graf, Kulte, Chios 78
| 0 | [— μετα]- |
| σχεῖν τῆς π̣[․3-4․]του φιλανθρωπίας ε[—] | |
| μετὰ τῶν ἀναγκαίων ἑαυτῶι τιμᾶν τ[․․․․․․․c.19․․․․․․․․ ὑπὲρ τῆς αὐ]- | |
| τῶγ κατὰ τὸμ πόλεμον ἐπιφανείας [․4․․ ἐχορήγησεν ἑκάστωι τῶμ πολι]- | |
| τῶν οἴνου παλαιοῦ ἀμφορῆ. v3 τοῦ δ̣[ὲ δήμου ψηφισαμένου ἄγειν τῆι Ῥώ]- | |
| 5 | μηι μετὰ τὰ Θεοφάνια πομπὴγ καὶ [θυσίαγ καὶ ἀγῶνας μουσικούς τε] |
| καὶ γυμνικοὺς καὶ σπεύδοντος ὡ[ς καλλίστην συντελεῖσθαι τὴμ πανή]- | |
| γυριν διὰ τὸ βούλεσθαι χάριν ἀποδιδό[ναι τῶι δήμωι τῶι Ῥωμαίων ἀξίαν] | |
| ἑαυτοῦ τε καὶ τῶν ἄλλων Ἑλλήνων [․․․․․․․․․․․c.27․․․․․․․․․․․․] | |
| τοῦ ἀγωνοθέτου παραγεγονὼς ἐκ Ῥώμ[ης ․․7-8․․․ ἀπεδείξατο τὴν ἑαυτοῦ] | |
| 10 | καλοκαγαθίαν ἐκείνους τε τιμῶγ καὶ [․․․․․․․․․․․․c.28․․․․․․․․․․․․] |
| καὶ ταύτην αὐθαιρέτως τὴν ἀγωνοθεσ[ίαν ἀνέλαβεν. v2 ἐπηγγείλατο δὲ] | |
| καὶ τοὺς παραγινομένους Ῥωμαίων ἀπο[δέξεσθαι ἐν τῶι τῆς πανηγύρεως χρό]- | |
| νωι καὶ εἴ τινας ἄλλους τοῖς ἄρχουσιν δο[κοίη. v2 ․․․․․․․․c.21․․․․․․․․․] | |
| τοῦτο μετὰ τῶν συνεπαγγειλαμέν[ων ․․․․․․․․․․․c.26․․․․․․․․․․․] | |
| 15 | νων ἐν τῆι πανηγύρει τῶν τε μουσι[κῶν καὶ τῶν γυμνικῶν ἀγώνων τὸ προσ]- |
| %⁸⁰ῆκον ἑκάστοις τῶν ὑποχορηγημάτ[ων ․․c.8․․․ v2 ἐπεμελήθη δὲ καὶ τῆς] | |
| ἄλλης τῆς κατὰ τὸ θέατρον εὐκ[ο]σμίας καὶ ε[ὐταξίας καὶ τὸν μουσικὸν ἀγῶνα] | |
| καλὸγ καὶ ἄξιον τῆς πόλεως ἤγ[α]γεγ καὶ τῶ[ν εἰς τὴμ πανήγυριν ἐπιδεδωκό]- | |
| των ἑαυτοὺς καὶ τῶμ πομπαγωγῶν. v[v δεῖπνον δὲ καὶ παρέσχε πᾶσι] | |
| 20 | τοῖς παρεπιδημοῦσι Ῥωμαίων. v2 τὰ δὲ ἄ̣[λλα ἐποίησεγ καὶ τὴν τοῦ ἐλαίου] |
| θέσιν τοῖς νέοις. v2 τά τε κατὰ τοὺς γυ[μνικοὺς ἀγῶνας πάντα διεξήγαγε] | |
| δικαίως. v2 βουλόμενος δὲ καὶ κατὰ πάντα̣ [τρόπον φανερὰμ ποιῆσαι τήν τε] | |
| εὔνοιαγ καὶ εὐχαριστίαν τοῦ δήμου καὶ πα̣[ρέχειν τοὺς πολίτας τηρουμέ]- | |
| νους καὶ συναύξοντας τὰ πρὸς δόξαγ καὶ τ[ιμὴν ἀνήκοντα ἐποίησεν ἐκ τῶν] | |
| 25 | ἰδίων ἀνάθημα τῆι Ῥώμηι ἀπὸ δραχμῶν Ἀλεξ[ανδρείων χιλίων ἱστορίαμ πε]- |
| ριέχον τῆς γενέσεως τοῦ κτίστου τῆς Ῥώ[μης Ῥωμύλου καὶ τοῦ ἀδελφοῦ] | |
| αὐτοῦ Ῥέμου· v καθ’ ἣν συμβέβηκεν αὐτοὺ[ς ὑπ’ αὐτοῦ τοῦ Ἄρεος γεννηθῆναι,] | |
| ἣ καὶ ἀληθὴς δικαίως ἂν νομίζοιτ’ εἶναι δ[ιὰ τὴν τῶν Ῥωμαίων ἀνδρειότη]- | |
| τα. v2 ἐπεμελήθη δὲ καὶ τῆς τῶν ὅπλωγ [κατασκευῆς τῶν τεθέντων ὑπὸ τοῦ] | |
| 30 | δήμου τοῖς νικήσασι τοὺς γυμνικοὺς ἀγ[ῶνας καὶ ἐφρόντισεν ὅπως ἐγχαρα]- |
| χθῶσιν εἰς αὐτὰ μῦθοι πρὸς δόξαν Ῥωμα[ίων. v2 βουλόμενος δὲ καὶ τὰς τῶν] | |
| Μουσῶν τιμὰς συναύξειν τοῖς πολίταις [․․․․․․․․․․․c.26․․․․․․․․․․․] | |
| τοις εἶναι τιμᾶν ἐκπρεπέστερον τὰς Μ[ούσας ․․․․․․․․c.20․․․․․․․․] | |
| διὰ τὴμ περιγεγονυῖαν τῆι πόλει δόξ[αν ἀπὸ τῶμ ποιητῶν, ἔδωκεν ἐκ τῶν] | |
| 35 | ἰδίων δραχμὰς Ἀλεξανρείας χ[ιλίας ․․․․․․․c.18․․․․․․․ εἰς κατα]- |
| σκευὴμ βωμοῦ ταῖς Μούσαις καὶ [․․․․․․․․․․․․․c.31․․․․․․․․․․․․․․] | |
| vacat? |