[ ]
Stephanou, Amantou 140-43
| a | [ἔδοξε τῶι δήμωι·] |
| [ἐπειδὴ —] | |
| {²unknown number of lines missing}² | |
| 1 | [— τ]ὰς ὑπ’ αὐ[τοῦ —] |
| [—]ΣΙΕΝ, οὐκ ὀλίγοις δὲ τῶν δι[αφερομένων] | |
| [τῆς συλλύσε]ως αἴτιος γέγονεν, εὐτάκτως δὲ πεπόη[ται τὴν] | |
| [ἐπιδημίαν, ἑαυτὸν ἀ]νέγκλητον παρεχόμενος πᾶσι τοῖς ἐν τῆι π[όλει, παρακληθεὶς? δὲ ὑπὸ] | |
| 5 | [τῶ]ν ἀρχόντων κατὰ τὸ ψήφισμα τοῦ δήμου ὅπως [καὶ τὰς —] |
| γεις δίκας συντελέσηι, ἠξίωκεν καὶ δεδέηται [ἀποστέλλεσθαι ταχὺ πρὸς τοὺς] | |
| βασιλεῖς, φάσκων διὰ τὸ χρονιωτέραν αὐτῶι τὴν ἀποδ[ημίαν γεγενῆσθαι] | |
| σπουδάζειν παραγενέσθαι πρὸς αὐτούς. δεδόχθαι τῶι [δήμωι ἐπαινέσαι] | |
| Ἀπολλοφάνην Ἀπολλοδώρου καὶ στεφανῶσαι χρυσῶι στεφά[νωι ἀρετῆς ἕ]- | |
| 10 | νεκα καὶ εὐνοίας τῆς εἰς τοὺς βασιλεῖς καὶ τὸν δῆμον καὶ ὅτ[ι καλῶς καὶ φιλο]- |
| τίμως συνετέλεσεν ἐφ’ ἃ ἀπέστειλεν αὐτὸν ὁ βασιλεὺς Π[τολεμαῖος. ὅπως οὖν] | |
| καὶ εἰδῶσι πάντες οἱ βουλόμενοι τὸν δῆμον εὐεργετε[ῖν ὅτι ὁ δῆμος ἐ]- | |
| πίσταται τιμᾶν τοὺς ἀγαθοὺς ἄνδρας εἰς ἑαυτὸν γιν[ομένους, ἀνειπεῖν] | |
| τὸν ἱεροκήρυκα Διονυσίοις ἐν τῶι θεάτρωι, ὅταν οἱ τῶν [παίδων χοροὶ μέλ]- | |
| 15 | λωσιν ἀγωνίζεσθαι τόδε τὸ κήρυγμα. ὁ δῆμος ὁ Χίων στ[εφανοῖ Ἀπολλοφά]- |
| νην Ἀπολλοδώρου χρυσῶι στεφάνωι ἀρετῆς ἕνεκα καὶ [εὐνοίας τῆς εἰς ἑ]- | |
| αυτὸν καὶ τοὺς βασιλεῖς καὶ ὅτι καλῶς καὶ φιλοτίμω[ς συνετέλεσεν ἐφ’ ἃ] | |
| ἀπέστειλεν αὐτὸν ὁ βασιλεὺς Πτολεμαῖος. τοῦ [δὲ κηρύγματος ἐπιμε]- | |
| ληθῆναι τὸν ἀγωνοθέτην. ἵνα δὲ καὶ ἀποσταλῆι [ἐπὶ τριήρους, ἐντέλλε]- | |
| 20 | ται τοὺς πολεμάρχου<ς> καὶ τοὺς ἐξεταστὰς ἐπιμ[εληθῆναι ἵνα ἀπο]- |
| σταλῆι Ἀπολλοφάνης ὡς κάλλιστα καὶ ἀσφαλ[έστατα ἐπὶ τρήρους. καὶ] | |
| [ἀ]ναγράψαι τὸν ἐπιμελητὴν τῆς εἰκόνος εἰς <σ>τ[ήλην τὰς τιμὰς τὰς γενο]- | |
| [μέ]νας ὑπὸ τοῦ δήμου. |