[ ]
Phokis — Delphi — 271 BC — FD 2:[Stade]153,13 — SEG 29.453[10]
1 | ἐπὶ Στράτωνος ἄρχοντος ἐν Δελφοῖς, πυλαίας ὀπωρινῆς, |
ἱερομνημονούντων· Αἰτωλῶν Βουθήρα, Καλλία, Φρίκωνος, Ἀλκι- | |
άδα, Ἀποκία. Δελφῶν Ἀθάμβου, Ἀμεινία· Φωκέων Πύλητος, Καφι- | |
σία· Λοκρῶν Φρίκου Ἀλπωνίου· Βοιωτῶν Δαμοφίλου, Κλέωνδα· Εὐ- | |
5 | βοέων Ἀμφικράτους Χαλκιδέος· Ἀθηναίων Ἱερωνύμου· Ἐ̣[πι]- |
δαυρίων Λαφίλου· ἐπειδὴ Εὔδοξος Ἐπιδόξου Ἀργεῖος προσ- | |
ελθὼν πρὸς τοὺς ἱερομνήμονας ἐπηγγείλατο τῶι θεῶι εἰς | |
τὸν ἀγῶνα Πυθίοις τὸν γυμνικὸν κατασκευάσας ἐκ τῶν | |
ἰδίων ἀναλωμάτων δώσξιν ἀσπίδας ἐπιχάλκους ποικίλας | |
10 | ἐνδρομίδας δέκα, δεδόχθαι τοῖς ἱερομνήμοσιν, δοῦναι |
Εὐδόξωι προδικίαν καὶ ἀσφάλειαν καὶ ἐπιτιμὰν καθὰ καὶ τοῖς | |
ἄλλοις δίδονται αἱ προδικίαι καὶ αὐτῶι καὶ ἐκγόνοις καὶ χρήμα- | |
σι τοῖς αὐτοῦ, ἐπειδὴ φαίνεται τὸν θεὸν εὐεργετηκώς. ἐπιμελεῖ- | |
σθαι δὲ Εὔδοξον καὶ τοὺς ἐκγόνους ἀεὶ εἰς τὰ Πύθια, ὅπως λαμπραὶ | |
15 | εἰς τὸν ἀγῶνα παραφέρωνται αἱ ἀσπίδες· ἐπισφραγίσασθαι |
δ’ αὐτῶι καὶ κηρύκειον ἐπιγεγραμμένον, ἱερὸν τοῦ Ἀπόλλωνος | |
τοῦ Πυθίου δοῦναι δὲ τοὺς Δελφοὺς Εὐδόξωι καὶ θησαυρόν, | |
ὅπου τὰ ὅπλα θήσει. |