[ ]
Phokis — Delphi — 271 BC — FD 2:[Stade]153,13 — SEG 29.453[10]
| 1 | ἐπὶ Στράτωνος ἄρχοντος ἐν Δελφοῖς, πυλαίας ὀπωρινῆς, |
| ἱερομνημονούντων· Αἰτωλῶν Βουθήρα, Καλλία, Φρίκωνος, Ἀλκι- | |
| άδα, Ἀποκία. Δελφῶν Ἀθάμβου, Ἀμεινία· Φωκέων Πύλητος, Καφι- | |
| σία· Λοκρῶν Φρίκου Ἀλπωνίου· Βοιωτῶν Δαμοφίλου, Κλέωνδα· Εὐ- | |
| 5 | βοέων Ἀμφικράτους Χαλκιδέος· Ἀθηναίων Ἱερωνύμου· Ἐ̣[πι]- |
| δαυρίων Λαφίλου· ἐπειδὴ Εὔδοξος Ἐπιδόξου Ἀργεῖος προσ- | |
| ελθὼν πρὸς τοὺς ἱερομνήμονας ἐπηγγείλατο τῶι θεῶι εἰς | |
| τὸν ἀγῶνα Πυθίοις τὸν γυμνικὸν κατασκευάσας ἐκ τῶν | |
| ἰδίων ἀναλωμάτων δώσξιν ἀσπίδας ἐπιχάλκους ποικίλας | |
| 10 | ἐνδρομίδας δέκα, δεδόχθαι τοῖς ἱερομνήμοσιν, δοῦναι |
| Εὐδόξωι προδικίαν καὶ ἀσφάλειαν καὶ ἐπιτιμὰν καθὰ καὶ τοῖς | |
| ἄλλοις δίδονται αἱ προδικίαι καὶ αὐτῶι καὶ ἐκγόνοις καὶ χρήμα- | |
| σι τοῖς αὐτοῦ, ἐπειδὴ φαίνεται τὸν θεὸν εὐεργετηκώς. ἐπιμελεῖ- | |
| σθαι δὲ Εὔδοξον καὶ τοὺς ἐκγόνους ἀεὶ εἰς τὰ Πύθια, ὅπως λαμπραὶ | |
| 15 | εἰς τὸν ἀγῶνα παραφέρωνται αἱ ἀσπίδες· ἐπισφραγίσασθαι |
| δ’ αὐτῶι καὶ κηρύκειον ἐπιγεγραμμένον, ἱερὸν τοῦ Ἀπόλλωνος | |
| τοῦ Πυθίου δοῦναι δὲ τοὺς Δελφοὺς Εὐδόξωι καὶ θησαυρόν, | |
| ὅπου τὰ ὅπλα θήσει. |