[ ] Phokis — Delphi — 266 or 262 BC — SGDI 2513
1 ἐπὶ Καλλικλέος ἄρχοντος, πυλαίας ὀπω-
ρινῆς, ἱερομνημονούντων{ν} Αἰτωλῶν
Νικιάδα, Λυκέα, Μικκύλου, Ὑβρίλλου, Λέωνος,
Κρινολάου, Ἀντιλέωνος, Δαμοξένου, Ἀμυ-
5 νάνδρου· Δελφῶν Δεξιθέου, Ἥρυος· Βοιωτῶν
Φαινάνδρου, Πέρμωνος· Φωκέων Μενεξένου·
Λακεδαιμονίων Φαβέννου· ἔδωκαν οἱ ἱερο-
μνάμονες Μέντορι Δαμοσθένεος <Αἰτωλῶι> ἐκγ Ναυπά-
κτου αὐτῶι καὶ ἐκγόνοις προδικίαν καὶ ἀσφά-
10 λειαν καὶ ἀσυλίαν καὶ ἀτέλειαν πάντων,
καὶ σκανὰν ἐμ πυλαίαι τὰν πρώταν ὑπάρχειν αὐ-
τῶι, ἐπιμελωμένωι καὶ κατασκευάζοντι τὸν
κόσμον τᾶι Ἀθάναι τᾶι Προναίαι.
Search Help
Contact Us