[ ]
Phokis — Delphi — 274/3 BC — SGDI 2582
| 1 | θεοί. |
| ἔδοξε τᾶι πόλει τῶν Δελφῶν· ἐπειδὴ Εὐγείτων | |
| Τύχωνος Ταναγραῖος ἱερομναμονήσας εὐεργέ- | |
| τας ἐγένετο τοῦ ἱεροῦ καὶ τᾶς πόλιος τὰ δίκαια πράσ- | |
| 5 | σων, δεδόσθαι αὐτῶι καὶ ἐκγόνοις προξενίαν, |
| προμαντείαν, ἀσυλίαν, ἐπιτιμὰν καθάπερ Δελφοῖς, | |
| προεδρίαν ἐμ πάντεσσι τοῖς ἀγώνεσσι οὓς ἁ πό- | |
| λις ἄγει καὶ τὰ ἄλλα πάντα ὅσα καὶ τοῖς ἄλλοις | |
| εὐεργέταις καὶ προξένοις. ἄρχοντος Ἡρακλεί- | |
| 10 | δα, βουλευόντων Στράτωνος, Κλευφάνευς, |
| Ἀθάμβου, Αἰνησίλα. |