[ ]
Phokis — Delphi — 140-100 BC
| 1 | ἄρχοντος Ἁγίωνος μηνὸς Ἡρακλείου, |
| ἀπέδοτο [․․<․>]καίνα Βα[β]ύλου, συνευδο[κ]- | |
| εούσας καὶ τᾶς ματρὸς αὐτᾶς Πρά- | |
| του καὶ τῶν ἀδελφῶν αὐτᾶς Αἰακίδα | |
| 5 | κ[αὶ Χ]αιρεφά[ν]εος, τῶι Ἀπόλλωνι τῶι Πυθ- |
| ίωι σῶμα γυναικεῖον ἐνδογενὲς ἇι ὄνομα | |
| Ζωΐλα ἐ[π’] ἐλευθερίαι, τιμᾶς ἀργυρίου στα- | |
| τήρων εἴκοσι, καὶ τὰν τιμὰν ἀπέχε[ι] | |
| πᾶσαν. — — — βεβαιωτῆρες κατὰ τοὺς νόμους | |
| 10 | τᾶς πόλιος· Σωσίπατρος Αἰακίδα, Κλ- |
| [έω]ν Διονυσίου. εἰ δέ τις ἐφάπτοιτο Ζωΐλας, | |
| κύριος ἔστω συλέων ὁ παρατυχὼν ὡς ἐ- | |
| λευθέραν οὖσαν, καὶ οἱ βεβαιωτῆρες παρεχόν- | |
| τω βέβαιον τῶι θεῶι τὰν ὠνάν. μάρτυροι· Ἄρ- | |
| 15 | χων Καλλία ὁ ἱερεὺς καὶ τῶν ἀρχόντων Ἀζά- |
| ρατος· Κάλλων Ξένωνος, Ξένων Πολύωνος. |